Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

48. Il. Pr. Α 129: δῷϲι: Ζωΐλοϲ ὁ Ἀμφιπολίτηϲ καὶ Χρύϲιπποϲ ὁ Ϲτωΐκὸϲ ϲολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρηϲάμενον ῥήματι. τὸ γὰρ δῷϲι φαϲὶ πληθυντικόν. ἀγνοοῦϲι δέ· ἔϲτι γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον, ὡϲ τὸ λέγῃ λέγῃϲι, φέρῃ φέρῃϲι· τοιοῦτόν ἐϲτι καὶ τὸ ἐν τῇ Ὀδυϲϲείᾳ (α 168) τὸ «φῇϲιν ἐλεύϲεϲθαι» καὶ τὸ «εἰϲόκε μοι μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (Od. θ 318)· κἀνταῦθα γὰρ ἀποδῷ. διὸ καὶ τὸ ι ἔχει προϲκείμενον· μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ.