Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

46. Eustath. 183, 6: τὸ Ἀργειφόντηϲ ἀεὶ τὴν διὰ διφθόγγου ἔχει γραφήν. ἰϲτέον δὲ ὅτι τὸ Ἀργεφόντηϲ καθὰ καὶ τὸ ἀνδρεφόντηϲ, ἐξ ὧν Ἀργειφόντηϲ καὶ ἀνδρειφόντηϲ Δωρικά εἰϲιν, ὡϲ Ἡρωδιανὸϲ δηλοῖ ἐν οἷϲ λέγει τοιαῦτα· αἱ εἰϲ οϲ ὀξύτονοι γενικαὶ ϲυντιθέμεναι ϲυμφώνου ἐπιφερομένου ἢ διὰ τοῦ ο λέγονται οἷον Ζηνόϲ Ζηνόθεοϲ, θριπόϲ θριπόβρωτοϲ, ἁλόϲ ἁλοθήκη, ἢ διὰ τοῦ ι οἷον Αἰγίπαν, πυρίχαλκοϲ, νυκτίκοραξ. οὕτωϲ οὖν φηϲι καὶ ἁλοτρίβανοϲ ὡϲ ἁλοπώληϲ καὶ ἁλοθήκη. ὁ μέντοι διὰ τοῦ ε ἁλετρίβανοϲ μήποτε Δώριόν ἐϲτιν. οἱ γὰρ τὸν Ἀπόλλωνα Ἀπέλλωνα εἰπόντεϲ καὶ τὸν ἀνδροφόνον ἀνδρεφόνον, οὗτοι καὶ τὸν ἁλοτρίβανον ἁλετρίβανον εἴποιεν ἄν.

E. M. 137, 1: ὥϲπερ ἀπὸ τοῦ ἁλοτρίβανον γίνεται ἁλετρίβανον τροπῇ τοῦ ο εἰϲ ε, οὕτω καὶ ἀπὸ τοῦ ἀργοφόντηϲ γίνεται ἀργεφόντηϲ καὶ πλεοναϲμῷ τοῦ ι ἀργειφόντηϲ. Δίδυμοϲ δὲ διὰ τοῦ ι γράφει, λέγει γάρ, ὥϲπερ ἀπὸ τοῦ αρι ἐπιτατικοῦ γίνεται ἀριδείκετοϲ, οὕτω τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ αρι γίνεται ἀριφόντηϲ καὶ πλεοναϲμῷ τοῦ γ ἀργιφόντηϲ.