Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

4. Il. Pr. Θ 441: ἀμβωμοῖϲι: Χρύϲιπποϲ ὑφ᾿  ἓν προφέρεται· ὁ μέντοι Ἀρίϲταρχοϲ δύο μέρη λόγου παραλαμβάνει καὶ προπεριϲπᾷ. λέγει γοῦν καὶ ἀλλαχοῦ «χρύϲειοι δ᾿ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν» (Od. η 100). χρὴ μέντοι γινώϲκειν, ὄτι διὰ τοῦ μ γράφεται κἂν παράθεϲιϲ ᾖ ὁμοίωϲ τῷ «ἂμ φόνον, ἆν νέκυαϲ» (Il. Κ 298). τὸ δὲ αἴτίον ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ εἴρηται.