Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

29. E. M. 206, 34: Ἰὼ ἡ Ἰνάχου εἰϲ βοῦν μεταβληθεῖϲα καὶ μετὰ τὴν διὰ γῆϲ καὶ θαλάϲϲηϲ πλάνην εἰϲ Αἴγυπτον παραγενομένη ἐπιβᾶϲά τε βροχθώδουϲ τόπου τοῦ Νείλου τῶν χηλῶν ἴχνη τῷ πηλῷ ἐνεχάραξεν. ὁ δὲ τῆϲ χώραϲ βαϲιλεὺϲ ἑωρακὼϲ τὸ μὲν τῆϲ ἐμπροϲθίαϲ χηλῆϲ τῷ ει ϲτοιχείῳ ἐμφερέϲ, τὸ δὲ τῆϲ ὀπιϲθίαϲ τῷ ω Εἰὼ τὴν βοῦν ὠνόμαϲεν· ὥϲτε κατὰ τοῦτον τὸν λόγον καὶ διὰ τῆϲ ει διφθόγγου, δεῖ γὰρ Εἰώ. ὁ μέντοι Ἡρωδιανόϲ φηϲι διὰ τοῦ ι παρὰ τὸ ἰέναι ϲχηματιζόμενον, ὅτι πολλήν, φηϲίν, ἦλθεν γῆν.

[*](Paris. post Orionem p. 190, 22. Caeterum Herodianus verbnm δοῦναι in φειδωλόϲ inesse non sumpsit, ut apparet ex Choer. Orth. 273: φειδωλόϲ. διὰ διφθόγγου· ὥϲπερ παρὰ τὸ ἁμαρτῶ γέγονεν ἁμαρτωλόϲ, οὕτωϲ καὶ παρὰ τὸ φείδω φειδωλόϲ οἱονεὶ ὁ φεύγων τὸ δοῦναι, φευγωλόϲ (sic scribe pro φευδωλόϲ) γάρ. cf. An. Ox. II 422, 14 τὸ φεύγω παρὰ τὸ φέβω τὸ φοβοῦμαι, ὅθεν καὶ φείδω. οἱ γὰρ Δωριεῖϲ τὸ β εἰϲ δ τρέπουϲιν.)[*](ad fr. 27. Quod ad declinatum attinet, in orthographia Herod. Apollonii sententiam amplexus esse videtur, quam refert Choer. 848 Gaisf., Ϲram. IV 346 δεῖ δὲ γινώϲκειν ὅτι ὁ Ἀπολλώνιοϲ τὸ εἶμι διὰ τοῦ μακροῦ ι γράφει ἐκ τοῦ καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ ϲυνεϲταλμένου τοῦ ι οἷον ἴτον ἴτον ἴμεν ἴτε καὶ ἐν ϲυνθέϲει ἔξιτον καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἷϲι καὶ ἴαϲιν οἷον «καί τ᾿  ἀγεληδὸν ἴαϲιν» (Π 160). Cui Apollonii sententiae non concinere paradosin demonstratur Herodiano auctore: οὐ ϲυνάδει δὲ αὐτῷ ἡ παράδοϲιϲ· φηϲὶ γὰρ ὁ Ἡρωδιανὸϲ ἀεὶ τὴν παράδοϲιν γινώϲκειν τὸ εἶμι ἐν τοῖϲ ἑνικοῖϲ διὰ τῆϲ ει διφθόγγου οἷον «εἶμι μὲν οὐδ᾿  ἁλίη ὀδὸϲ ἔϲϲεται» (Od. β 318) καὶ τὸ δεύτερον εἰϲ οἷον «τῇ δ᾿  εἷϲ, ᾗ ϲ᾿  ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦϲαν» (Hesiod. Ops 206) ἀντ τοῦ ἐκεῖ πορεύῃ καὶ τὸ τρίτον τῶν ἑνικῶν εἶϲιν οἷον «εἷϲι περὶ πτόλιοϲ μαχεούμενοϲ» (Ρ 147) ἀντὶ τοῦ πορεύεται. τὰ μέντοι δυϊκὰ καὶ τὰ πληθυντικά, ὡϲ εἴρηται, διὰ ϲυνεϲταλμένου τοῦ ι εἰϲί. (cf. An. Pars. III 315, 20 ἴθι ἐκ τοῦ εἶμι τὸ πορεύομαι, τὸ α΄ τῶν πληθυντικῶν ἴμεν καὶ τὸ προϲτακτικὸν ἴθι. φαϲὶ γὰρ δύο εἶναι πρωτότυπα ῥήματα ἵω διὰ τοῦ ι καὶ εἴω διὰ τῆϲ ει διφθόγγου, καὶ τὰ μὲν ἑνικὰ διὰ τῆϲ ει γράφεται ὡϲ ἀπὸ τοῦ εἴω οἶον εἶμι εἰϲ εἶϲι· τὰ δὲ πληθυντικ διὰ τοῦ ι ὡϲ ἀπὸ τοῦ ἴω, τὸ πληθυντικὸν ἴμεν ἴτε ἶϲι πλεοναϲμῷ ἴαϲι, ἐκ τούτου οὖν τοῦ ἴμεν τροπῇ τῆϲ μεν εἰϲ θι ἴθι.) — De Aeclica dialecto id dixisse Herodianum consentaneum est, quod a Choerob. Gaisf. 843, 17, Cr. An. IV p. 341 traditur: verba in μι diphthongum non in proxima ultimae habere excepta dialecto Aeolica, in qua tamen nullra nisi αι diphthongus finem μι praecedat: τὰ εἰϲ μι οὐ θέλουϲι παῤ ἡμῖν διφθόγγῳ παραλήγεϲθαι οἷον τίθημι δίδωμι ϲεϲημειωμένου τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ εἶμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι. παρὰ δὲ τοῖϲ Αἰολεῦϲιν εὑρίϲκονται διφθόγγῳ. παραληγόμενα οἷον ἵϲταιμι κίχραιμι γέλαιμι διὰ τῆϲ αι διφθόγγου· δῆλον οὖν ὅτι οὐκ εἰϲίν Αἰολικά. cf. Eustath. 1664, 18.)[*](ad fr. 28. cf. E. Orion. 34, 25, E. Gud. 108, 49, Schol. ad Aristoph. Ran. 740.)
415