Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

20. E. M. 539, 20: Κρῖοϲ ὄνομα Τιτᾶνοϲ· παρὰ τὸ κεκρίϲθαι. προπεριϲπᾶται πρὸϲ ἀντιδιαϲτολὴν τοῦ κριόϲ τοῦ προϲηγορικοῦ. ὁ δὲ Ἀρίϲταρχοϲ καὶ τὸ κύριον ὀξύνει· τὰ διὰ τοῦ ιοϲ διϲύλλαβα ἀρϲενικὰ τὴν ει δίφθογγον ἀποϲτρέφεται, βίοϲ, δῖοϲ, Χῖοϲ ὁ πολίτηϲ τῆϲ Χίου, Θρῖοϲ ὄνομα ποταμοῦ, Κίοϲ ὄνομα κύριον, Πῖοϲ ὄνομα κύριον, Τίοϲ ὄνομα κύριον. οὕτωϲ οὖν καὶ Κρῖοϲ. πρόϲκειται ἀρϲενικὰ διὰ τὸ νειόϲ, ὃ ϲημαίνει τὴν ἀρουμένην γῆν· ἔϲτι δὲ θηλυκόν· ϲεϲημείωται ταῦτα, θεῖοϲ, Κεῖοϲ ὁ τῆϲ Κέω πόλεωϲ, πλεῖοϲ, μεῖοϲ, λεῖοϲ, ῥεῖοϲ. οὕτω δὲ λέγουϲιν οἱ Κύπριοι τὸν ἀϲθενῆ παρὰ τὸ ῥεῖα, ὃ ϲημαίνει τὸ εὐχερέϲ. χρεῖοϲ παρὰ τὴν χρείαν. τὸ δὲ Φλῖοϲ (ϲημαίνει δὲ τὸν Διόνυϲον) διφορεῖται. τινὲϲ μὲν γὰρ διὰ τοῦ ι γράφουϲιν αὐτό, τινὲϲ δὲ διὰ τῆϲ ει διφθόγγου.