Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

2. Eustath. p. 709, 15 ad Il. Θ 206: κανὼν γραμματικὸϲ λέγει, ὡϲ, εἰ μέϲον δύο φωνηέντων εὑρεθῇ ϲύμφωνον ἐν ἁπλότητι ἢ ϲυνθέϲει ἢ καὶ ϲυναλοιφῇ, τῷ δευτέρῳ τουτέϲτι τῷ ἐπαγομένῳ φωνήεντι ἀκολουθεῖ. ἐν ἁπλότητι μὲν ἐπὶ τοῦ ἔτι τὸ τ τῷ ι ϲυντάϲϲεται, ἐν ϲυνθέϲει δὲ ἐπὶ τοῦ κατάγω ὁμοίωϲ τῷ μετ᾿  αὐτὸ α ϲυμβιβάζεται, ἐν ϲυναλοιφῇ δὲ ἐπὶ τοῦ κατ᾿  ἐμὲ τῷ ἐφεξῆϲ ϲυγγράφεται.