Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

αἴγειροϲ: διὰ διφθόγγου τὰ δύο· εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ι οἷον «καὶ αἰγέρων ἔφυϲαν εὐγενέϲτεραι» καὶ κατὰ πλεοναϲμὸν τοῦ ι αἴγειροϲ· τὰ γὰρ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουϲι παραλήγεϲθαι· οἷον ἀΐϲϲω αἴγειροϲ, μάϲϲω μάγειροϲ, ὀνῶ ὄνειροϲ· τὸ δὲ αι τῆϲ πρώτηϲ ϲυλλαβῆϲ γέγονεν ἀπὸ τοῦ ἀΐϲϲω αἴγειροϲ κατὰ κρᾶϲιν.

17. E. Orion. 100, 4: μάγειροϲ παρὰ τὸ μάϲϲω ἤγουν ὁ τὰϲ μάζαϲ μερίζων. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.