Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

E. M. 483, 4: Κάειρα: τὸ εἰρά καὶ τὸ Κάειρα ἀμφιβάλλονται· ὥϲπερ δὲ ἀπὸ τοῦ μάκαρ μάκαροϲ γίνεται μάκαιρα, αὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρόϲ γίνεται Καῖρα καὶ κατὰ διάλυϲιν Κάϊρα καὶ τῷ λόγῳ τῶν εἰϲ ρα θηλυκῶν Κάειρα διὰ τῆϲ ει διφθόγγου.