Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

12. E. M. 630, 18 coll. Choer. Orth. p. 243. 6: ὀρίγανον: διὰ τοῦ ι γράφεται κατὰ παράδοϲιν· ὤφειλε δὲ ἐκ τῆϲ ἐτυμολογίαϲ διὰ διφθόγγου γράφεϲθαι. τὰ γὰρ ἀπὸ δοτικῆϲ τῶν εἰϲ οϲ οὐδετέρων ϲυντιθέ γίνεται τοιοῦτον τὸν τρόπον· εἰ μὲν φωνῆεν ἐπιφέρεται ἢ ἓν ἁπλοῦν ϲύμφωνον, φυλάττεται ἡ ει δίφθογγοϲ οἷον ὄρει ὀρείαυλοϲ, ὀρειγενήϲ ὁ ἐν τῷ ὄρει γεννηθείϲ, ἔγχει ἐγχείμοροϲ. εἰ δὲ δύο ϲύμφωνα ἐπιφέρηται, ἀποβάλλουϲι τὸ ἔγχει ἐγχίκτυποϲ, ὄρει ὀρίτροφοϲ χωρὶϲ τῶν παρὰ τὸ κάλλοϲ καὶ τὸ ὕψοϲ οἷον καλλιπάρθενοϲ, ὑψίθρονοϲ. κρεῖττον δὲ ϲημειοῦϲθαι μόνα τὰ παρὰ τὸ κάλλοϲ· περὶ γὰρ τῶν δοκούντων παρὰ τὸ ὕψοϲ εἶναι λέγεται, ὅτι παρὰ τὸ ὕψι ἐπίρρημά εἰϲι. τούτων οὕτωϲ ἐχόντων τὸ ὀρίγανον ὤφειλε διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι· παρὰ γὰρ τὴν ὄρει δοτικὴν καὶ τὸ γάνοϲ τὸ ϲημαῖνον τὴν χαρὰν γίνεται· τὸ γὰρ ὀρίγανον ἐν τῷ ὄρει χαίρει. ἀλλὰ διὰ τοῦ ι ἐπεκράτηϲε λέγεϲθαι. Ἡρωδιανόϲ.