Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

116. νῆϲοϲ ἔπειτα λάχεια: τινὲϲ μὲν τὸ λάχεια ὄνομα τῆϲ νήϲου ὑπώπτευϲαν ὡϲ γνωϲθὲν ἐκ Κίρκηϲ δυϲϲεῖ, ἕτεροι δὲ λάχειαν τὴν εὔγεων φαϲὶ καὶ ἐπιτηδείαν λαχαίνεϲθαι ἤτοι ϲκάπτεϲθαι. εἰ δὲ γράφεται τετραϲυλλάβωϲ ἐλάχεια, εἴη ἂν ὥϲπερ λιγύϲ λίγεια οὕτω καὶ ἐλαχύϲ ἐλάχεια ἡ ἐλαχίϲτη. Eustath. ad h. l. p. 1619, 13 coll. Scholio P ad h. l.