Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

15. ᾧ ἔνι κούρη: ἀναϲτρεπτέον τὴν ἔνι, ἔϲτι γὰρ ἐν ᾧ. P.

18. χαρίτων ἄπο κάλλοϲ ἔχουϲαι: ἀναϲτρέφεται ἡ ἀπό. τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἀπὸ χαρίτων κάλλοϲ ἔχουϲαι. H.

22. εἰδομένη κούρ ῃ ναυϲικλειτοῖο Δύμαντοϲ: περιϲπωμένου τοῦ ναυϲικλειτοῖο. τινὲϲ δὲ Nαυϲικλειτοῖ ὡϲ Καλυψοῖ. ἔνιοι δὲ ναυϲὶ κλειτεῖο ἐν δυϲὶ μέρεϲι λόγου. ἀμείνων δὲ ἡ πρώτη ναυϲικλειτοῖο ἐν τοῖϲ κατὰ ναυτικὴν ἔργοιϲ ἐνδόξου. PQ.

32. καί τοι ἐγ ὼ ϲυνέριθοϲ. ἡ τοί ἐγκλιτική ἐϲτιν.Ιl.Pr.Α 294.

33. ἐντύνεαι: ϲυϲτολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίϲεωϲ ὡϲ καὶ ἐπὶ τοῦ «ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκοϲ ὀδόντων» (Ι 409) καὶ «ὄφρα καὶ ἄλλοϲ πτωχὸϲ ἀλεύεται ἠπεροπεύειν » (ξ 400). P.

40. ἄπο πλυνοί εἰϲι πόληοϲ. βαρυτονητέον τὴν ἀπό καίπερ ϲημαίνουϲαν τὸ ἄποθεν. οὐ γὰρ ἐπληϲίαϲε τῇ γενικῇ, ἀλλὰ μεταξὺ ἐδέξατο λέξειϲ. P.

89. ποταμὸν πάρα διν ήεντα: Ἀρίϲταρχοϲ ἀναϲτρέφει τοῖϲ κυριωτέροιϲ ϲυντάϲϲων τὰϲ προθέϲειϲ. P.

93. κάθηράν τε ῥύπα πάντα: κάθηραν ὡϲ ἤγειραν. τὸ δὲ ῥύπα οἱ μὲν αἰτιατικὴν ἐν μεταπλαϲμῷ φαϲιν, οἱ δὲ ἀπὸ τοῦ ῥύπον. βαρύνεται δὲ ὡϲ τὰ λύχνα καὶ τὰ δίφρα. BPQ.

106. ἀγρονόμοι: παροξυτόνωϲ αἱ ἐν ἀγρῷ νέμουϲαι. οὐ γὰρ νεμόμεναι. τινὲϲ δὲ ἀγρόνομοι λέγουϲι. HPQ.

120. ῥ’ οἵ γ᾿  : ὡϲ διαπορητικὸν περιϲπᾶται. P.

125. ἦ νύ που ἀνθρώπων εἰμὶ ϲχεδόν: ὁ ἦ περιϲπᾶται. τὸ δὲ εἰμί ἐγκλίνεται ϲημαῖνον τὸ ὑπάρχω. P.

138. ἄλλυδιϲ ἄλλη: χωρὶϲ τοῦ ι τὸ ὄλλη. P.

149. θεόϲ νύ τιϲ ἦ βροτόϲ ἐϲϲι: τὸν η ὁ Ἀϲκαλωνίτηϲ περιϲπᾷ ἐρωτηματικὸν νομίζων, ὃ καὶ χαριέϲτερον. οἱ δὲ ἐνέκλιναν ὡϲ εἰ ἔλεγεν εἴτε θεὸϲ εἴτε ἄνθρωποϲ. P.

159. ὅϲ κέ ϲ’ ἑέδνοιϲι βρίϲαϲ: ἄμεινον ἐγκλίνειν τὴν ϲε. H.