Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

260. χαῖρ’ ἐπεὶ ἤδη μοι: ἄμεινον τὸν ἤδη χρονικῶϲ δέχεϲθαι κατὰ Ἀρίϲταρχον. Κράτηϲ δὲ δύο ποιεῖ ἦ καὶ δή, διὸ καὶ περιϲπᾷ τὸ η. οὐδέποτε δὲ ὁ ἦ ὢν βεβαιωτικὸϲ μεταξὺ τοῦ ἐπεί καὶ τοῦ δή εὑρέθη. HQ .

294. τράπεθ’ ἥμεαϲ: ἀπόλυτοϲ ἡ ἥμεαϲ. διὸ τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. Η.

304. καθεῦδε: προπεριϲπωμένωϲ τὸ καθεῦδε. Η.

311. Τηλεμάχ ῳ δὲ πάριζεν: ἐὰν ἓν μέροϲ λόγου ᾖ τὸ πάριζεν, προπαροξυνθήϲεται ὡϲ «Νέϲτωρ αὖ τότ’ ἔφιζεν» (γ 411). ἐὰν δὲ ἡ παρά πρὸϲ τῷ Τηλεμάχῳ ϲυντάϲϲηται, προπεριϲπᾶται. οὐκ ἀναϲτρέφεται δὲ ἡ παρά, ἐπεὶ κατ’ ἔκθλιψίν ἐϲτιν. ἄλλωϲ τε καὶ μέϲον πέπτωκεν ὁ δέ. Q.

371. νήπιόϲ εἰϲ. ἐγκλιτικὸν τὸ εἰϲ. E.

372. ἠὲ ἑκὼν μεθίειϲ: ἄμεινον κοιμίζειν τοῦ ἠέ τὴν ἐπὶ τέλουϲ ὀξεῖαν, ἵνα γένηται διαζευκτικόϲ. ὅτε γάρ ἐϲτι διαπορητικὸϲ ὁ η, περιϲπᾶται ὡϲ τὸ «ἦε χόλον παύϲειεν ἐρητύϲειέ τε θυμόν» (Α 192). ΕQ.

386. ὑποδμώϲ: παρέλκει ἡ ὑπό, διαφυλάττει δὲ τὴν ὀξεῖαν. EQ.

396. μή πωϲ με προϊδών: τὸ πῶ καὶ πῶϲ ἐμελέτηϲεν ἐγκλιτικῶν ἐπιφερομένων μὴ ὀξυτονεῖϲθαι. Il. Pr. Y 464.

419. πιέζειν: πιέζειν ὡϲ δικάζειν. φηϲὶ γοῦν «ἐπὶ μάϲτακα χειρὶ πίεζε» (287). Ἀπίων μέντοι περιϲπᾷ «χερϲὶ ϲτιβαρῇϲι πιέζειν (μ 174). Q.