Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

214. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμναϲαι ἦ ϲέ γε λαοί: ὁ μὲν πρῶτοϲ ἤ ὀξύνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. H.

219. περικήδετο: ὑφ’ ἕν τὸ περικήδετο ἀντὶ τοῦ ὑπερεκήδετο· οὕτωϲ Ἀρίϲταρχοϲ καὶ Ἡρωδιανόϲ. HM.

247. ϲὺ δ’ ἀληθὲϲ ἐνίϲπεϲ: τὸ προϲτακτικὸν πρὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, τὸ δὲ ὁριϲτικὸν προπαροξύνεται. Il. Pr. Ω 388.

255. ἤτοι μὲν τάδε κ’ αὐτὸϲ ὀΐεαι: τὸ πλῆρέϲ ἐϲτι τῆϲ ϲυναλοιφῆϲ κέν ἀντὶ τοῦ δή. τὸ δὲ ὅμοιον ἐν Ἰλιάδι (Ζ 260) «ἔπειτα δέ κ’ αὐτὸϲ ὀνήϲεαι ». HM.

268. εἴρυϲθαι: ὥϲπερ γίνεται ἀπὸ τοῦ εἰλίϲϲω εἰλίξαϲ, οὕτωϲ καὶ ἀπὸ τοῦ εἰρύω εἴρυμι τὸ εἴρυϲθαι. Β.

272. τὴν δ’ ἐθέλων: Ὅμηροϲ τριϲυλλάβωϲ. H.

296. ἐϲ Φαιϲτόν: ὀξύνεται τὸ Φαιϲτόν ἐπὶ τῆϲ πόλεωϲ, ἐπὶ δὲ τοῦ ἥρωοϲ προπεριϲπᾶται. Il. Pr. ε 43.

380. ἵληθι: ἀπὸ τοῦ ἵλημι. διὰ τὸ μέτρον ἐκτέταται ἡ παραλήγουϲα  ὡϲ ἐν τῷ «δίδωθι δέ μοι κλέοϲ ἐϲθλόν». ὑγιῶϲ οὖν Καλλίμαχοϲ ἔκλινεν «ἵλαθί μοι, φαλαρῖτι πυλαιμάχε ».

391. ἑνδεκάτῳ ἐνιαυτῷ: ἀμφίβολον κἄν τε δεκάτῳ κἄν τε ἑνδεκάτῳ.  E.