Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

3. ὑπερικταίνοντο: Ἀρίϲταρχοϲ ἀνεπάλλοντο καὶ ἐκινοῦντο προθυμουμένηϲ αὐτῆϲ βαδίζειν ταχέωϲ, μὴ δυναμένηϲ δέ, ἀλλὰ κατὰ βραχὺ διὰ τὸ γῆραϲ. οἱ δὲ ὑπερεξετείνοντο. ἄμεινον δῆθεν ἐκινοῦντο παρὰ τὸ ἴκταρ, ὅ ἐϲτιν ἐγγύϲ. καὶ γὰρ προείρηκε εγούνατα δ’ ἐρρώϲαντο ». ταχέωϲ οὖν ὑπερικνοῦντο, ὅ ἐϲτι παρεγίνοντο. MS Βarnes.

62. ὡϲ οὐκ ἔϲθ’ ὅδε μῦθοϲ: τὸ ἔϲτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται «ἔϲτι δέ τιϲ προπάροιθε πόλιοϲ» (Β 811) καὶ ὅταν ὑποτάϲϲηται τῇ οὐ ἀποφάϲει (h. l. c.)· εἰ μέντοι γε μὴ εἶη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν οἷον «ὃ δὴ τετελεϲμένον ἐϲτίν». Π. Pr. Ζ 152.

191. ἀκμην ὸϲ θαλέθων: ὁ ἀκμὴν ἔχων τοῦ θάλλειν. HQV. ἐπὶ μὲν τούτου ὠξυτόνηϲεν Ἀρίϲταρχοϲ, ἐπὶ δὲ τοῦ ἐν Ἰλιάδι (Τ 163; 346) ἐβαρυτόνηϲεν· οἱ δὲ τὰ δύο προπαρωξυτόνηϲαν. V.

220. εἰ ᾔδη: Ἡρωδιανὸϲ τὸν εἰ ἀντὶ τοῦ ἐπεί φηϲιν εἶναι καὶ ϲυνάπτει ὅλον τὸν νοῦν οὕτωϲ· εἰ μὴ ἠπατήθη ἡ Ἑλένη ὑπὸ τῆϲ Ἀφροδίτηϲ, οὐκ ἂν ἄλλῳ ἠκολούθηϲεν ἀνδρί. καὶ πόθεν δῆλον ὅτι δι’ ἀπάτην ἠκολούθηϲε καὶ οὐχ ἑκουϲίωϲ ἐπειδὴ ἤδη μάλιϲτα ὅτι οὐκ ἔχει. καταφρονηθῆναι τοῖϲ ἕλληϲιν ἡ αὐτῆϲ ἁρπαγή. Q. Vind. 56.

281. θάνατοϲ δέ μοι ἐξ ἁλὸϲ αὐτῷ γρ. ἔξαλοϲ ἤγουν ἔξω τῆϲ θαλάϲϲηϲ. Vind. 133.