Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

70. μέλε’ ἤλδανε: ψιλῶϲ ἀπὸ τοῦ ἀλδαίνω. καὶ Αἰολεῖϲ ἄλματα καλοῦϲι τοὺϲ κλάδουϲ οἶον ἀλδήματα καὶ αὐξήματα. ΒQ.

128. ἐπητῇ. περιϲπωμένωϲ. B.

184. οὐ κεῖϲ’ εἶμι: τὸ πλῆρεϲ οὐ κεῖε εἶμι· τινὲϲ δὲ οὐκ εἴϲειμι. ἄμεινον δὲ τὸ πρῶτον. H.

238. λελῦτο δὲ γυῖα ἑκάϲτου: προπεριϲπωμένωϲ τὸ λελῦτο. H.

257. λιπὼν κάτα πατρίδα γαῖαν: ἀναϲτρεπτέον τὴν κατά. Q.

282. τῶν μὲν δῶρα παρέλκετο: εἰ μὲν ὑπὸ ἓν παρέλκετο, παρολκὴν ἐλάμβανεν· εἰ δὲ διῃρημένωϲ, παρὰ τούτων ἐλάμβανε καὶ ἀνεπλήρου τὰ ἀναλώματα. HQV.

289. πρίν γέ ϲέ τῳ τήμαϲθαι Ἀχαιῶν, ὅϲτιϲ ἄριϲτοϲ· ἐγκλιτικὸν τὸ τῷ. H.