Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

257. λιπὼν κάτα πατρίδα γαῖαν: ἀναϲτρεπτέον τὴν κατά. Q.

282. τῶν μὲν δῶρα παρέλκετο: εἰ μὲν ὑπὸ ἓν παρέλκετο, παρολκὴν ἐλάμβανεν· εἰ δὲ διῃρημένωϲ, παρὰ τούτων ἐλάμβανε καὶ ἀνεπλήρου τὰ ἀναλώματα. HQV.

289. πρίν γέ ϲέ τῳ τήμαϲθαι Ἀχαιῶν, ὅϲτιϲ ἄριϲτοϲ· ἐγκλιτικὸν τὸ τῷ. H.