Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

379. καί ποθι: ἐγκλιτικὸν τὸ ποθι. Η.

398. δίεϲθαι. προπαροξυτόνωϲ ἀπὸ τοῦ δίημι. οἶδε δὲ τὸ δίω καὶ διῶ καὶ δίημι. Η.

441. τοὺϲ δ’ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι ἀνάγκῃ: εἰ καὶ μὴ εἰϲ ϲύνθετον ἡ μετάληψιϲ, ὅμωϲ ἡ πρώτη τοῦ ϲφίϲιν ὀρθοτονεῖται. Π. Pr. Α 368.

455. οὐδ’ ἅλα: οὕτωϲ Ἀρίϲταρχοϲ ἀνέγνωκε καὶ ἀπέδωκε τοὺϲ ἅλαϲ. ὁ δὲ Καλλίϲτρατοϲ οὔδαλα τὰ κόπρια παρὰ τὸ ἐν τῷ οὐδῷ κεῖϲθαι. οὐδὸϲ δὲ δ βατήρ. BHMQ.