Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

330. νεῦϲ’ ἐπὶ οἱ καλέϲαϲ: ἔϲτι καὶ ἐγκλιτικὴν εὑρέϲθαι τὴν οῖ ἀντὶ γενικῆϲ κειμένην ἐπὶ τοῦ «οἱ δ’ οἱ ἐβλάφθηϲαν» (Π. Ψ 387) ἔϲτι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆϲ ὥϲπερ ἐπὶ τοῦ «νεῦϲ’ ἐπὶ οἷ καλέϲαϲ». Π. Pr. Τ 384.

343. οὖλον: ὅλον κατὰ ἐπένθεϲιν τοῦ ῦ V. τὸ δὲ ἐπεντιθέμενον υ ψιλοῖ τὰ δαϲυνόμενα φωνήεντα, ὅροϲ οὖροϲ, ὅλοϲ οὖλοϲ. Π. Pr. Α 554.

352. ἀνδρὶ προΐκτῃ: ἵκτηϲ ψιλωτέον, παρὰ γὰρ τὸ παραβάλλειν τὴν χεῖρα καὶ αἰτεῖν δωρεάν. ἢ ὁ πρὸ τοῦ αἰτεῖν ἱκετεύων, εἰ δαϲύνεται. Q.

365. ἐνδέξια: διχῶϲ ἐνδέξια καὶ ἐν δεξιά. Η.

379. καί ποθι: ἐγκλιτικὸν τὸ ποθι. Η.

398. δίεϲθαι. προπαροξυτόνωϲ ἀπὸ τοῦ δίημι. οἶδε δὲ τὸ δίω καὶ διῶ καὶ δίημι. Η.

441. τοὺϲ δ’ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι ἀνάγκῃ: εἰ καὶ μὴ εἰϲ ϲύνθετον ἡ μετάληψιϲ, ὅμωϲ ἡ πρώτη τοῦ ϲφίϲιν ὀρθοτονεῖται. Π. Pr. Α 368.

455. οὐδ’ ἅλα: οὕτωϲ Ἀρίϲταρχοϲ ἀνέγνωκε καὶ ἀπέδωκε τοὺϲ ἅλαϲ. ὁ δὲ Καλλίϲτρατοϲ οὔδαλα τὰ κόπρια παρὰ τὸ ἐν τῷ οὐδῷ κεῖϲθαι. οὐδὸϲ δὲ δ βατήρ. BHMQ.

530. ἑψιαάϲθων. παιζέτωϲαν. ἀπὸ τοῦ ἕπω ἕψω ἑψιάω. ΒQ. διὸ δαϲυντέον. Eustath. ad h. l. 1831, 1.