Περὶ Ὀδυσσειακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
19. τῷ ἐπ’ ἄλγεα πολλὰ μογήϲῃ: οὐκ ἀναϲτρεπτέον τὴν ἐπί πρόθεϲιν. Η.
28. εὔαδε: ἔϲτιν ἧδον ἧδεϲ ἧδε κατὰ διάλυϲιν ἕαδε καὶ πλεοναϲμῷ τοῦ υ εὔαδε. Ms. Βarn. διὸ ψιλοῦται Eustath. ad h. l. ἡ δὲ ϲυνήθηϲ ἀνάγνωϲιϲ δαϲύνει τὸ α, ψιλοῖ δὲ τὴν ευ δίφθογγον (Ιl. Pr. Ξ 340) ἀπὸ τοῦ εὖ μορίου καὶ τοῦ ἁδῶ τὸ ἀρέϲκω. Β Q.
45. πάρα δ’ ἀνὴρ ὃϲ καταθήϲει: τὸ παρά ἀντὶ τοῦ πάρεϲτι. διὸ καὶ τὴν πρώτην ὀξυτονητέον. Il. Pr. ψ 479.
47. χεῦεν ὕπο: ἀναϲτρεπτέον τὴν ὑπό. H.
72. ὅ τε τιϲ πρότεροϲ χαλεπήνῃ: δύο μέρη λόγου τὸ ὅ τε ϲημαίνει δὲ ὅϲ τε, ἵν’ ᾖ, τὸν ἄνδρα ὃϲ ἄν πρῶτοϲ ῇ χαλεπώτεροϲ. H.
79. ἕϲϲωμι τηρητέον τοῦ ἕϲϲω τὸν τόνον. πλεονάζει γὰρ τὸ μι ὡϲ κτείνωμι, ἀγάγωμι, τύχωμι. H.
91. ἐπεί θήν μοι καὶ ἀμείψαϲθαι θέμιϲ ἐϲτίν: τὴν τελευταίαν τοῦ ἐπεί ὀξυτονητέον, διὰ τὴν μοι ἐγκλιτικὴν οὖϲαν. H.