Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

272. τοὺϲ δ’ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι. ἡ ϲφίϲιν ὀρθοτονεῖται εἰϲ ϲύνθετον μεταλαμβανομένη. ἔϲτι δὲ καὶ ὅτε εἰϲ ἁπλῆν μεταλαμβανομένη ὀρθοτονεῖται «τοὺϲ δ’ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι». οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖϲ ἐργάζεϲθαι, ἀλλ’ αὐτοῖϲ τοῖϲ ἄγουϲιν. Il. Pr. Δ 2.

290. παρπεπιθών: ὀξυτόνωϲ ἡ μετοχή, δευτέρου γὰρ ἀορίϲτου. BQ.

328. ἐπακούϲαι: παροξυτόνωϲ τὸ ἐπακούϲαι. H.

332. κατειρύϲθαι· παρακειμένου ἐϲτί. διὸ παροξύνεται. H.

400. ὄφρα καὶ ἄλλοϲ πτωχὸϲ ἀλεύεται ἠπεροπευτήϲ: ϲυϲτολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίϲεωϲ ὁμοίωϲ τῷ ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκοϲ ὀδόντων » (Ιl. 1 409). IΙ. Pr. 192.

411. ἔρξαν: ψιλωτέον τὸ ἔρξαν ἀντὶ τοῦ κατέκλειϲαν, τὸ γὰρ δαϲυνόμενον ἀντὶ τοῦ ἔθυϲαν. ἐτυμολογεῖται δὲ τὸ ἔρξαν ἀντὶ τοῦ κατέκλειϲαν ἀπὸ τοῦ εἴργω τὸ κωλύω, τὸ δὲ ἕρξαν ἀντὶ τοῦ ἔθυϲαν ἀπὸ τοῦ ἕρδω τὸ θύω. ΒQ.

432. βάλλον δ’ εἰν ἐλεοῖϲιν: δαϲύνεται τὸ ἐλεοῖϲιν. H. ?

476. πηγυλίϲ: ὀξυτόνωϲ τὸ πηγυλίϲ ἀντὶ τοῦ παγετώδηϲ. HQ.

533. Βορέω ὑπιωγῇ: ϲύνθετόν ἐϲτι τὸ ὄνομα ἀντὶ τοῦ ϲκέποντι καὶ ἀπείργοντι τὸν βορρᾶν τόπῳ. Β.

10. δόμων ἄπο τῆλ’ ἀλάληϲαι: τὸ ἀπὸ ἀναϲτρεπτέον. τὸ δὲ ἀλάληϲαι προπαροξυτόνωϲ, ὅτι ἀπὸ τοῦ παρακειμένου ἀλάλημαι, ἢ ὅτι ἁπὸ τοῦ ἀλάλημι. H.