Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

395. πολλαὶ ἐν ἀμφιἅλ ῳ Ἰθάκῃ: ἡ ἁλόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα Εὐρύαλοϲ, Ἀμφίαλοϲ, Ἀϲτύαλοϲ· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ » « ἀγχίἁλόν τ᾿ Ἀντρῶνα» (Β 697), ὕφαλοϲ. ll. Pros. o 705.

415. ἥντινα μήτηρ: τινὲϲ ψιλοῦϲι τὸ «ἥντινα μήτηρ », ἵν’ ᾖ εἴ τινα. ἄμεινον δέ ἐϲτι δαϲύνειν. EQS.

428. δαΐδαϲ: δαΐϲ ὀξυτόνωϲ ἡ λαμπάϲ, δάϊϲ δὲ βαρυτόνωϲ ἡ μάχη. S.

429. Εὐρύκλει’ Ὦποϲ θυγάτηρ: Ὦποϲ προπεριϲπαϲτέον διὰ τὴν ἀντέκφραϲιν πρὸϲ τὸν ὀφθαλμόν. V.

443. οἰὸϲ ἀώτῳ: διϲυλλάβωϲ τὸ οἰόϲ ἕνεκα μέτρου. Il. Pr. Γ 198.

1. ἦμοϲ: τὸ ἦμοϲ τροχαικόν ἐϲτι καὶ διὰ τοῦτο ψιλοῦται. E.

23. ἀλλ’ οὐδ’ ὧϲ: περιϲπαϲτέον τὸ ὧϲ. H.

28. νῦν δὲ τίϲ ὧδ’ ἤγειρε: τὸ τίϲ πυϲματικὸν ἐνθάδε τυγχάνον φυλάϲϲει τὸν ἴδιον τόνον. HMQS.

29. ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέϲτεροί εἰϲιν ;

30. ἦε τιν’ ἀγγελίην ϲτρατοῦ ἔκλυεν ἐρχομένοιο,

32. ἦέ τι δήμιον ἄλλο πιφαύϲκεται ἠδ’ ἀγορεύει, οὗτοι (sc. v. 29) μὲν ἐγκλίνονται διαζευκτικοὶ ὄντεϲ, οἱ δὲ ἑξῆϲ (ν. et 32) περιϲπῶνται· ἐρωτηματικοὶ γάρ. ΗS.

31. ἥν χ’ ἥμιν ϲάφα εἴποι: ἀπολύτωϲ ἡ ἀντωνυμία, διὸ τὴν προτέραν ὀξυντέον. ΗS.