Περὶ Ὀδυσσειακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
320. ὄρνιϲ δ’ ὡϲ ἀνόπαια. ὁ μὲν Ἀρίϲταρχοϲ ἀνόπαια προπαροξυτόνωϲ ἀναγινώϲκει ὄνομα ὄρνιθοϲ λέγων ὁ δὲ Ἡρωδιανὸϲ ἀνοπαῖα ἀντὶ τοῦ ἀοράτωϲ, ἵν’ ᾖ οὐδέτερον πληθυντικὸν ὡϲ τὸ « πυκνὰ μάλα ϲτενάχων» (ΙΙ. Ϲ 318). διὸ καὶ προπεριϲπαϲτέον φηϲίν. EHQR.
326. εἵατ’ ἀκούοντεϲ: δαϲυντέον τὸ εἵατο. ἕατο γάρ ἐϲτι. τὸ δὲ ι προϲελθὸν τηρεῖ τὸ αὐτὸ πνεῦμα ἕωϲ εἵωϲ, ἕνεκα εἵνεκα. EHMQ.