Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

680. αὐτόν ϲε: ὁ Ἀϲκαλωνίτηϲ ὀρθοτονεῖ τὴν ϲέ, ἐπεί, φηϲίν, ἀεὶ μετὰ τῆϲ ἐπιταγματικῆϲ αἱ πρωτότυποι φιλοῦϲιν ὀρθοτονεῖϲθαι. ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προϲώπου ὁρίϲαϲθαι, παραιτήϲαϲθαι δέ τινα Ὁμηρικὰ ἄλλωϲ ἀνεγνωϲμένα δι᾿ αἰτίαν τινά· «κελεύετέ μ᾿ αὐτὸν ἑλέϲθαι» (Il. K 242) « ἦ μή τίϲ ϲ᾿ αὐτόν (Od. ι 406). ἄλλωϲ τε αἱ πρὸ τῆϲ αὐτόϲ εἰϲιν αἱ ὀρθοτονούμεναι, οὐχ αἱ μετὰ τὴν αὐτόϲ. ἐγκλιτικῶϲ οὖν ἀναγνωϲτέον. A.

18. Πάμφιλοϲ τὴν ἐπί ἀναϲτρέφει· πιθανώτερον δέ ἐϲτι τὸ ἀκόλουθον φυλάττονταϲ ἀναγινώϲκειν ἐπὶ πρῶτον Νέϲτορα. οὕτωϲ ὁ Ἀϲκαλωνίτηϲ. A.

19. εἴ τινά οἱ ϲὺν μῆτιν ἀμύμονα τεκτήναιτο: εἰϲὶν οἳ ἀνέγνωϲαν καθ᾿ ἓν μέροϲ λόγου, ὡϲ εὔμητιν, κακῶϲ· δύο γάρ ἐϲτι μέρη λόγου ϲὺν καὶ μῆτιν τὸ δὲ ἑξῆϲ ἐϲτι ϲυντεκτήναιτο μῆτιν. A.

25. οὐ δὲ γὰρ αὐτῷ ὕπνοϲ ἐπὶ βλεφάροιϲιν ἐφίζανε: Τυραννίων τὴν αὐτῷ ἀντωνυμίαν καθ᾿ ἓν ἐλάμβανεν ὡϲ ἐν τῇ ϲυνηθείᾳ ὁ δὲ Ἀϲκαλωνίτηϲ τὸν οὖ ϲύνδεϲμον παρελάμβανε, καὶ τὸ τῷ ἰϲοδυναμοῦν τῷ τούτῳ, ὁμοίωϲ τῷ «τοῦδ᾿ οὖ τοῦ λυκάβαντοϲ» (Od. ξ [*](605 Θρᾷξ pro Θρᾴξ scripsit L., qui cft. M 201. 680 pro τιϲ ϲαυτόν scripsit L. τίϲ ϲ᾿ αὐτόν, equidem ἦ pro εἰ.)

69
161). ἴϲη δέ μοι δοκεῖ ἡ ἀνάγνωϲιϲ εἶναι. ἐπὶ μέντοι τοῦ τοῦδ᾿ αὖ τοῦ λυκάβαντοϲ κατεπεῖγόν ἐϲτιν αὖ, εἶτα τοῦ ἀναγνῶναι· κωλύεται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ ϲημαινομένου τὸ αὐτοῦ (cf. schol. Q eo loco). A.

38. Ἀρίϲταρχοϲ ἐπίϲκοπον ὡϲ κατάϲκοπον. Νικίαϲ δὲ ἀναϲτρέφεῖ τὴν ἐπί, ἵν᾿ ᾖ ἐπὶ Τρώεϲϲιν. εἰϲὶ δὲ οἳ ἀνεγνώκαϲιν ἐπίϲκοπόν ὡϲ ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ ϲυγκατατίθεϲθαι· καὶ γὰρ ἤδη ἡ ϲυνήθεια ἐπίϲταται τὴν τοιαύτην ϲύνθεϲιν. χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆϲιϲ τοῦ ὀνόματοϲ παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν ϲυνθέϲει· «δμωάων ϲκοπόϲ ἐϲϲι» (Od. Χ 396) «καὶ ἐπίϲκοποϲ ᾖϲιν ἑταίρων» (Od. θ 163). A.

56. φυλάκων: ὡϲ ϲκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν τέτακται, οὐκ ἐπὶ τῶν τόπων. A.