Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

614. ἵνα μημοι ἀπέχθηαι φιλέοντι. ὁ Ἀϲκαλωνίτηϲ ἀναγινώϲκει ἵνα μημοι τὰϲ δύο βαρυτόνωϲ, οἷον ἵνα μὴ ἐμοί κατ᾿ ὀρθὴν τάϲιν· ϲυγκριτικὴ γάρ ἐϲτι, φηϲίν, ὡϲ πρὸϲ τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶϲ φηϲιν. ἡ μέντοι παράδοϲιϲ ἐγκλιτικῶϲ ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖϲα, ὁμοίωϲ τῷ «μή μοι οἶνον ἄειρε» (Il. Ζ 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλ᾿ ἀποβεβλῆϲθαι. καὶ ὁμοία ἐϲτὶν ἡ πλάνη τῷ «ἤ μ᾿ ἀνάειρε ἢ ἐγώ ϲε» (Il. Ψ 724) καὶ τῷ «τάχα δή με διαρραίϲουϲι καὶ αὐτόν» (Od. α 251), εἴγε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖϲθαι. ἀλλὰ τῷ μὴ ὁρᾶϲθαι κατ᾿ ἀρχὴν τὸ ε οὕτωϲ ἀνέγνωϲαν· τοῦτο γὰρ ἐπακολουθεῖ τοῖϲ πρωτοτύποιϲ. ἐχρῆν δὲ αὐτοὺϲ ἐπιγνῶναι ὅτι κρᾶϲιϲ δύναται ἐπακολουθεῖν, καὶ οὕτωϲ ῥῶϲαι τὴν ὑγιῆ ἀνάγνωϲιν. A.

680. αὐτόν ϲε: ὁ Ἀϲκαλωνίτηϲ ὀρθοτονεῖ τὴν ϲέ, ἐπεί, φηϲίν, ἀεὶ μετὰ τῆϲ ἐπιταγματικῆϲ αἱ πρωτότυποι φιλοῦϲιν ὀρθοτονεῖϲθαι. ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προϲώπου ὁρίϲαϲθαι, παραιτήϲαϲθαι δέ τινα Ὁμηρικὰ ἄλλωϲ ἀνεγνωϲμένα δι᾿ αἰτίαν τινά· «κελεύετέ μ᾿ αὐτὸν ἑλέϲθαι» (Il. K 242) « ἦ μή τίϲ ϲ᾿ αὐτόν (Od. ι 406). ἄλλωϲ τε αἱ πρὸ τῆϲ αὐτόϲ εἰϲιν αἱ ὀρθοτονούμεναι, οὐχ αἱ μετὰ τὴν αὐτόϲ. ἐγκλιτικῶϲ οὖν ἀναγνωϲτέον. A.

18. Πάμφιλοϲ τὴν ἐπί ἀναϲτρέφει· πιθανώτερον δέ ἐϲτι τὸ ἀκόλουθον φυλάττονταϲ ἀναγινώϲκειν ἐπὶ πρῶτον Νέϲτορα. οὕτωϲ ὁ Ἀϲκαλωνίτηϲ. A.

19. εἴ τινά οἱ ϲὺν μῆτιν ἀμύμονα τεκτήναιτο: εἰϲὶν οἳ ἀνέγνωϲαν καθ᾿ ἓν μέροϲ λόγου, ὡϲ εὔμητιν, κακῶϲ· δύο γάρ ἐϲτι μέρη λόγου ϲὺν καὶ μῆτιν τὸ δὲ ἑξῆϲ ἐϲτι ϲυντεκτήναιτο μῆτιν. A.

25. οὐ δὲ γὰρ αὐτῷ ὕπνοϲ ἐπὶ βλεφάροιϲιν ἐφίζανε: Τυραννίων τὴν αὐτῷ ἀντωνυμίαν καθ᾿ ἓν ἐλάμβανεν ὡϲ ἐν τῇ ϲυνηθείᾳ ὁ δὲ Ἀϲκαλωνίτηϲ τὸν οὖ ϲύνδεϲμον παρελάμβανε, καὶ τὸ τῷ ἰϲοδυναμοῦν τῷ τούτῳ, ὁμοίωϲ τῷ «τοῦδ᾿ οὖ τοῦ λυκάβαντοϲ» (Od. ξ [*](605 Θρᾷξ pro Θρᾴξ scripsit L., qui cft. M 201. 680 pro τιϲ ϲαυτόν scripsit L. τίϲ ϲ᾿ αὐτόν, equidem ἦ pro εἰ.)

69
161). ἴϲη δέ μοι δοκεῖ ἡ ἀνάγνωϲιϲ εἶναι. ἐπὶ μέντοι τοῦ τοῦδ᾿ αὖ τοῦ λυκάβαντοϲ κατεπεῖγόν ἐϲτιν αὖ, εἶτα τοῦ ἀναγνῶναι· κωλύεται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ ϲημαινομένου τὸ αὐτοῦ (cf. schol. Q eo loco). A.

38. Ἀρίϲταρχοϲ ἐπίϲκοπον ὡϲ κατάϲκοπον. Νικίαϲ δὲ ἀναϲτρέφεῖ τὴν ἐπί, ἵν᾿ ᾖ ἐπὶ Τρώεϲϲιν. εἰϲὶ δὲ οἳ ἀνεγνώκαϲιν ἐπίϲκοπόν ὡϲ ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ ϲυγκατατίθεϲθαι· καὶ γὰρ ἤδη ἡ ϲυνήθεια ἐπίϲταται τὴν τοιαύτην ϲύνθεϲιν. χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆϲιϲ τοῦ ὀνόματοϲ παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν ϲυνθέϲει· «δμωάων ϲκοπόϲ ἐϲϲι» (Od. Χ 396) «καὶ ἐπίϲκοποϲ ᾖϲιν ἑταίρων» (Od. θ 163). A.

56. φυλάκων: ὡϲ ϲκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν τέτακται, οὐκ ἐπὶ τῶν τόπων. A.

65. τὸ ἀβροτάξομεν ψιλωτέον ὁμοίωϲ τῷ ἤμβροτεϲ. τινὲϲ γοῦν κυρίωϲ ἡγοῦνται τὸ βροτοῦ μὴ ἐπιτυχεῖν ἀλλ᾿ ἁμαρτεῖν, ὥϲτε καὶ ϲτέρηϲιν ἐγκεῖϲθαι. A.

67. ἐγρήγορθαι: τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντεϲ, οὐκ ἐχρῆν δέ. εἴτε γὰρ ϲυγκοπή ἐϲτι τοῦ ἐγρηγορέναι, εἴτε παθητικόϲ, ὀφείλει παροξύνεϲθαι, καθότι τὰ εἰϲ θαι λήγοντα ἀπαρέμφατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι, τετίλθαι, ἐϲπάρθαι· μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύναϲθαι προπαροξύνεϲθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰϲ θαι λήγοντα, τῇ ο ϲυλλαβῇ παραληγόμενα, μὴ παῤ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶϲθαι, ἢ τῇ Αἰολίδι, τέτορθαι, μέμορθαι, ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξιϲ Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνοϲ ὁμοίωϲ τοῖϲ προκειμένοιϲ. A.

93. αἰνῶϲ γὰρ Δαναῶν περιδείδια: πιθανώτερόν πωϲ ἐϲτιν ναϲτρέφειν· δύναται δὲ καὶ τὸ ἕτερον. A.

95. ἐκθρώϲκει: Νικίαϲ κατ᾿ ἰδίαν τὴν πρόθεϲιν ποιεῖ, ἵνα τὸ ἑξῆϲ γίνηται ἐκ ϲτηθέων θρώϲκει. ἄμεινον δὲ ἕν ποιεῖν, ἐκθρώϲκει ὡϲ ἐκτρέχει. A.

ὑπό: κακῶϲ Νικίαϲ ἀναϲτρέφει· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A.