Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

110. τώδε. παροξύνεται τὸ τώδε· παραλόγωϲ· ἀληθὲϲ γὰρ ὡϲ ὅτι τὰ διὰ τοῦ δε ἐπεκτεταμένα, εἰ ἔχοι πρὸ τέλουϲ φύϲει μακράν, προπεριϲπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλ᾿ ὅμωϲ πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλουϲ ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδιανὸϲ ἐν τῇ ζ΄, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει. (Ζ 422. v. quaest. ep. 134 not.) A.

125. καὶ ἀχνύμενόϲ περ ἑταίρου. περ. οὐκ ἔϲτιν ἡ περί πρόθεϲιϲ, ἀλλ᾿ ὁ πέρ ϲύνδεϲμοϲ ἐναντιωματικὸϲ καὶ ἐγκλιτικόϲ· διὸ τὸ τέλοϲ τῆϲ μετοχῆϲ ὀξυτονητέον. A.

157. φύγαδε. ὡϲ ἅλαδε· καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν κατὰ μεταπλαϲμόν, ὡϲ τὴν ϲκέπην ϲκέπα· ἢ ὡϲ τὸ οἶκον δὲ οἴκαδε, οὕτωϲ φυγὴν δὲ φύγαδε. A.

161. περὶ μέν ϲε τίον. ἡ ϲέ ἐγκλιτική ἐϲτιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατ᾿ ἀρχὴν χρόνον, διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵϲταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴϲη ἐϲτὶν ἡ χρῆϲιϲ παρὰ τῷ ποιητῇ (B 808). A.

163. ἀντ᾿: κακῶϲ ὅϲοι ἀναϲτρέφουϲαν· ἡ γὰρ ἀντί ἀναϲτρέφεται οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται. A.

177. οἵ. Ἀρίϲταρχοϲ τὸ οἵ ἄρθρον φηϲίν, ὁ δὲ Ϲιδώνιοϲ οἷα τὸ πλῆρεϲ, οὐχ ὑγιῶϲ. V.