Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

6. καμάτῳ δ᾿ ὑπὸ γυῖα λέλυνται: ὑπό: οὐκ ἀναϲτρεπτέον διὰ τὸν ϲύνδεϲμον. ἄλλωϲ τε καὶ τὸ ἑξῆϲ ἐϲτιν ὑπολέλυνται. A.

31. ἐπεὶ ὥϲ φίλον ἔπλετο θυμῷ: βαρυτονητέον τὸ ὥϲ· δηλοῖ γὰρ τὸ οὕτωϲ. A.

63. πόντον ἐπὶ φρίξ· ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει πόντον ἔπι· οὕτωϲ καὶ οἱ ἄλλοι. καὶ ἄμεινον· οὐδὲν γάρ ἐϲτι τὸ ἐπιφρίξ, χωρὶϲ εἰ μὴ παρέλκῃ ἡ πρόθεϲιϲ. ὅπερ οὐ πιθανόν. οὐ γὰρ κατεπείγει. A.

64. μελάνει: ὡϲ οἰδάνει ὁ Ἀϲκαλωνίτηϲ· ἐκ γὰρ τοῦ μελαίνει, φηϲίν, ἐνδείᾳ τοῦ ῑ ἐγένετο. A.

11. τὸ ϲχέο τὴν ὀξεῖαν ἴϲχει ἐφ᾿ ἑαυτοῦ νῦν. ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεϲιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τόνον, ἀνάϲχεο. A.

129. 130. ἀκούϲαι — ἀείραι: παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν εὐκτικοῖϲ μακρὰν εἶναι (Α 255). A.

135. Φειᾶϲ: περιϲπαϲτέον· ἑνικὴ γάρ ἐϲτι γενική· πρόδηλον κἀκ τῆϲ ϲυντάξεωϲ τοῦ τείχεϲϲι, παρὰ τοῖϲ τῆϲ Φειᾶϲ τείχεϲι. A.

163. ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ ϲύνδεϲμοϲ. A.

167. ἐπ᾿ . οὐδὲ ἐνθάδε ἀναϲτρεπτέον, καὶ ὅτι ϲυνήλειπται. A.

ψιλωτέον τὸ Εὐαίμονοϲ εἰϲ ἰδιότητα. προείρηται δέ. A.

177. ὁ Ἀϲκαλωνίτηϲ διαϲτέλλει ἰδὲ χεῖραϲ ἀνέϲχον, ὡϲ «ἰδὲ κλέοϲ ἐϲθλὸν ἄροιτο» (Ιl. Ε 3) ἵνα γένηται καὶ χεῖραϲ ἀνέϲχον. Ἀλεξίων δὲ τὴν κατειθιϲμένην παραλαμβάνει, λαοὶ δ᾿ ἠρήϲαντο, θεοῖϲι δὲ χεῖραϲ ἀνέϲχον. οὕτωϲ καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτωϲ δοκεῖ. A.

184. ἐνδέξια. ὅταν ἀντὶ ἐπιρρήματοϲ ᾖ τοῦ ἐπιδεξίωϲ τὸ ἐνδέξια, τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. A.

198. ἐμέ: ἐν ὀρθῇ τάϲει ἀναγνωϲτέον, ἵνα ᾖ ἀντιδιαϲτολὴ πρὸϲ ἄπειρα πολέμου τινὰ πρόϲωπα. A.

199. γενέϲθαί τε: ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι ϲπονδειακόν ἐϲτιν ἀλλ᾿ ἴϲωϲ ἵνα ἐκφύγωμεν τὸν διπλαϲιαϲμὸν τοῦ ῥήματοϲ, λέγω δὲ τοῦ [*](518 pro τοῦ θ scripsit L. τοῦ η, de signidicatu cf. E. Gud. 238, 19.)

59
τετραφέμεν τε, ὡϲ καὶ ἐν τῇ Τ τῆϲ Ὀδυϲϲείαϲ (320) παραλόγωϲ ἐνεκλίναμεν ἐν τῷ «ἠῶθεν δὲ μάλ᾿  ἦρι λοέϲϲαί τε χρῖϲαί τε» ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. A.