Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

465. πρίν γ᾿ ἔτι: Διονύϲιοϲ ὁ Ϲιδώνιοϲ τόν γέ ἐκ πλήρουϲ ποιεῖ· οὕτωϲ καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖϲθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον ϲυνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔϲτιν οὖν τὸ τί κοθ᾿ ὕπαρξίν τινα λεγόμενον, ἢ καὶ παρελκόμενον, ὁμοίωϲ τῷ «ἤ νύ τοι οὔτι μέλει Τρώων πόνοϲ» (Ιl. X 11) καὶ «μήτι φόβον δ᾿ [*](357 τὸ τοῦ Ἀϲκαλωνίτου Lebrs scr. pro ὁ τοῦ. 414 pro ἀμόν scr. L. ἁμόν et confert N 96. 422 hoc scholion valde decurtatum esse observavit L., nam etiam de aliis vocabulis accentum mutantibus hic tractatum esse petere ex Schol. B 592 (de αἰπύ) et ex Schol. Θ 108 (de τοῦδε τώδε). cf. Eust. ad h. l.)

58
ἀγόρευε» (Il. 252) κοὶ «μή τί μευ ἠΰτε παιδὸϲ» (Il. 235). οὐχ ὑγιῶϲ οὖν ὁ Πτολεμαῖοϲ οἴεται ϲυναλοιφὴν εἶναι. A.

489. τὰ πρῶτα: τινεϲ πρωτά, ὡϲ γνωτά, ἵν᾿  ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶϲ. A.

518. ἠθεῖε: Ἀρίϲταρχοϲ προπεριϲπᾷ ὡϲ οἰκεῖε. καὶ ἴϲωϲ παρὰ τὸ θεῖοϲ, λέγω δὲ τὸ ϲημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεοναϲμὸν τοῦ η ἐγένετο, εἰ καὶ νεωτέρου ἐϲτὶ πρὸϲ πρεϲβύτερον ἀδελφὸν ἔχουϲα ϲεβαϲμὸν προϲφώνηϲιϲ. οὐκ ἀγνοῶ δὲ ὅτι ϲυγχεῖται ἐν τοῖϲ μεθ᾿ Ὅμηρον. A.

6. καμάτῳ δ᾿ ὑπὸ γυῖα λέλυνται: ὑπό: οὐκ ἀναϲτρεπτέον διὰ τὸν ϲύνδεϲμον. ἄλλωϲ τε καὶ τὸ ἑξῆϲ ἐϲτιν ὑπολέλυνται. A.

31. ἐπεὶ ὥϲ φίλον ἔπλετο θυμῷ: βαρυτονητέον τὸ ὥϲ· δηλοῖ γὰρ τὸ οὕτωϲ. A.

63. πόντον ἐπὶ φρίξ· ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει πόντον ἔπι· οὕτωϲ καὶ οἱ ἄλλοι. καὶ ἄμεινον· οὐδὲν γάρ ἐϲτι τὸ ἐπιφρίξ, χωρὶϲ εἰ μὴ παρέλκῃ ἡ πρόθεϲιϲ. ὅπερ οὐ πιθανόν. οὐ γὰρ κατεπείγει. A.

64. μελάνει: ὡϲ οἰδάνει ὁ Ἀϲκαλωνίτηϲ· ἐκ γὰρ τοῦ μελαίνει, φηϲίν, ἐνδείᾳ τοῦ ῑ ἐγένετο. A.

11. τὸ ϲχέο τὴν ὀξεῖαν ἴϲχει ἐφ᾿ ἑαυτοῦ νῦν. ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεϲιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τόνον, ἀνάϲχεο. A.

129. 130. ἀκούϲαι — ἀείραι: παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν εὐκτικοῖϲ μακρὰν εἶναι (Α 255). A.

135. Φειᾶϲ: περιϲπαϲτέον· ἑνικὴ γάρ ἐϲτι γενική· πρόδηλον κἀκ τῆϲ ϲυντάξεωϲ τοῦ τείχεϲϲι, παρὰ τοῖϲ τῆϲ Φειᾶϲ τείχεϲι. A.

163. ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ ϲύνδεϲμοϲ. A.

167. ἐπ᾿ . οὐδὲ ἐνθάδε ἀναϲτρεπτέον, καὶ ὅτι ϲυνήλειπται. A.

ψιλωτέον τὸ Εὐαίμονοϲ εἰϲ ἰδιότητα. προείρηται δέ. A.

177. ὁ Ἀϲκαλωνίτηϲ διαϲτέλλει ἰδὲ χεῖραϲ ἀνέϲχον, ὡϲ «ἰδὲ κλέοϲ ἐϲθλὸν ἄροιτο» (Ιl. Ε 3) ἵνα γένηται καὶ χεῖραϲ ἀνέϲχον. Ἀλεξίων δὲ τὴν κατειθιϲμένην παραλαμβάνει, λαοὶ δ᾿ ἠρήϲαντο, θεοῖϲι δὲ χεῖραϲ ἀνέϲχον. οὕτωϲ καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτωϲ δοκεῖ. A.

184. ἐνδέξια. ὅταν ἀντὶ ἐπιρρήματοϲ ᾖ τοῦ ἐπιδεξίωϲ τὸ ἐνδέξια, τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. A.

198. ἐμέ: ἐν ὀρθῇ τάϲει ἀναγνωϲτέον, ἵνα ᾖ ἀντιδιαϲτολὴ πρὸϲ ἄπειρα πολέμου τινὰ πρόϲωπα. A.

199. γενέϲθαί τε: ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι ϲπονδειακόν ἐϲτιν ἀλλ᾿ ἴϲωϲ ἵνα ἐκφύγωμεν τὸν διπλαϲιαϲμὸν τοῦ ῥήματοϲ, λέγω δὲ τοῦ [*](518 pro τοῦ θ scripsit L. τοῦ η, de signidicatu cf. E. Gud. 238, 19.)

59
τετραφέμεν τε, ὡϲ καὶ ἐν τῇ Τ τῆϲ Ὀδυϲϲείαϲ (320) παραλόγωϲ ἐνεκλίναμεν ἐν τῷ «ἠῶθεν δὲ μάλ᾿  ἦρι λοέϲϲαί τε χρῖϲαί τε» ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. A.

273. ὀξυντέον τὸ αὐτοϲχεδόν· τὰ γὰρ εἰϲ δον ἐπιρρήματα ἐπὶ (l. ἐν) τῇ ϲυνθέϲει φυλάϲϲουϲι τὸν τόνον. BLV.

282. πιθέϲθαι: παροξυντέον· μέϲοϲ γάρ ἐϲτι δεύτεροϲ ἀόριϲτοϲ. BLV.

289. πινυτήν. Ἀρίϲταρχοϲ ὡϲ καλήν, καὶ ἐπεκράτηϲεν οὕτωϲ ἡ παράδοϲιϲ. A.

334. ἀπὸ πρὸ νεῶν. τὰϲ δύο προθέϲειϲ ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν ἀπό ϲυντάϲϲηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται. A.