Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

24. ϲκότιον: ὡϲ λόγιον· τὸ γὰρ χόριον πρὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν. A.

56. ἦ: περιϲπαϲτέον τὸν ἦ· διαπορητικὸϲ γάρ ἐϲτι. BL.

90. τὴν ὅϲ ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνιμίαν, ἥτιϲ νῦν ἐγκλιτική ἐϲτιν. ABL.

92. ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.

135. βουπλῆγι: προπεριϲπωμένωϲ· ἡ γὰρ εὐθεῖα ὀξύνεται, βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον ϲυντιθέμενα ἐπιθετικὰ φιλεῖ ὀξύνεϲθαι. ὁπότε καὶ μίαν ϲυλλαβὴν ἀποφέρεται τοῦ ῥήματοϲ, ἀδμήϲ ἡμιθνήϲ κυαμοτρώξ. οὕτωϲ καὶ μεθυπλήξ. ὕϲπληξ δὲ καὶ ἀντίπηξ. A.

146. τοίη δέ: δύο μέρη λόγου τὸ τοίη δέ, τοίη καὶ δέ· διὸ οὐ περιϲπαϲτέον τὸ τοιηδε. A.

149. ἠμὲν — ἠδ᾿ : ἀντὶ τοῦ καί. δύναται δὲ καὶ ἄρθρα εἶναι βέλτιον δὲ τὸ ϲύνδεϲμον παραλαβεῖν. A.

150. Ἀρίϲταρχοϲ περιϲπᾶ εἰδῇϲ καὶ οὕτωϲ ἐπεκράτηϲεν ἡ προϲῳδίᾳ ἦν γὰρ καὶ λόγον ἔχουϲα. A.

152. ἔϲτι πόλιϲ Ἐφύρη: τὸ ἔϲτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται «ἔϲτι δέ τιϲ προπάροιθε πόλιοϲ (ll. B 811), καὶ ὅταν ὑποτάϲϲηται τῇ οὐ ἀποφάϲει «ὡϲ οὐκ ἔϲθ᾿ ὅδε μῦθοϲ (Od. ψ 62) εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο. οὐκέτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, οἷον «ὃ δῂ τετελεϲμένον ἐϲτίν». A.