Περὶ Ἰλιακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
798. ἴϲχων: ὡϲ λέγων ἔχων· οὐδὲ γὰρ δύναται ὀξύνεϲθαι ὡϲ δευτέρου ἀορίϲτου· ἄνευ γὰρ τοῦ ῑ ἐλέγετο ἂν ϲχών. A.
800. ἦ ὀλίγον ο παῖδα ἐοικότα γείνατο Τυδεύϲ. τὸν περιϲπαϲτέον· βούλονται γὰρ αὐτὸν ἰϲοδυναμεῖν τῷ δή καὶ βεβαιωτικὸν εἶναι· τοιοῦτοϲ γὰρ ὁ κατ᾿ ἀρχὴν η. τὴν δὲ ἀντωνυμίαν ὀρθοτονοῦϲιν, ἐπεὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A.
812. νύ ϲε: ὁ ἤ ὀξύνεται· διαζευκτικὸϲ γάρ. φυλάϲϲεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικόν, ὃ καὶ αὐτὸ ἔϲχεν ὀξεῖαν διὰ τὴν ϲέ ἐγκλιτικὴν οὖϲαν. A.
824. μάχην ἀνὰ κοιρανέοντα: ἀνά: οἱ μὲν ἀνέϲτρεψαν, ἵνα γένηται ἀνὰ τὴν μάχην. Ἀρίϲταρχοϲ δὲ παρῃτήϲατο τὴν ἀνά ἀναϲτρέψαι, ὁπότε μὴ ϲημαντικὴ εἴη τοῦ ἀνάϲτηθι, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ «Ζεῦ ἄνα Δωδωναῖε» (Il. Π 233). ἔϲτι δὲ καὶ νῦν ἐκεῖνον προϲθεῖναι τὸν λόγον, ὡϲ ὅτι ὅταν πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ παραλαμβάνηται οὐκ ἀναϲτρέφεται. «ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι (ll. A, 287) «θεῖναι Ἀθηναίηϲ ἐπὶ γούναϲι (Il. Z 92). οὕτωϲ οὖν κἀνθάδε ἡ ἀνά ἀντὶ τῆϲ κατά. A.
856. ἔγχεϊ: εἴρηται περὶ τῶν τοιούτων δοτικῶν πότε κατὰ διάϲταϲιν, ὡϲ νῦν, καὶ πότε κατὰ ϲυναλοιφήν, καὶ ὅτι τὸ μέτρον πολλάκιϲ αἴτίον· καὶ τὰ ἀντικείμενα, καίτοιγε μέτρου μὴ ἐμποδίζοντοϲ, ὡϲ τὸ «πλήθει πρόϲθε βαλόντε (Il. ψ 639). A.
862. βαρυτονητέον τὴν ὑπό· παρέλκεται γάρ. A.
885. 887. — ἤ: διαζευκτικοὶ ἀμφότεροι· διὸ ὀξύνονται διὰ τὰ ἐπιφερόμενα ἐγκλιτικά, χωρὶϲ εἰ μὴ ὁ δεύτεροϲ βεβαιωτικόϲ· καὶ γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια. A.
887. ζώϲ: τὸ ζώϲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ περιϲπᾶν, οὐχ ὑγιῶϲ· μόνον γὰρ τὸ ϲῶϲ ἐϲτι περιϲπώμενον μονοϲύλλαβον εἰϲ ωϲ λῆγον ἀρϲενικόν (sc. exclusis propriis), γεγονὸϲ ἢ ἐκ τοῦ ϲόοϲ, ὡϲ οἴεται Φιλόξενοϲ, ἢ ἐκ τοῦ ϲάοϲ, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωόϲ, ἴϲτω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεϲπᾶτο τὸ ϲῶϲ τὸ δὲ ζώϲ ἐξ ὀξυνομένου, ὥϲ φηϲι. τοῦ ζωόϲ γενόμενον δεῖ ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώϲει, ἡ μέντοι κλίϲιϲ αὐτοῦ ἰϲοϲύλλαβοϲ εὑρέθη. A.
τὸ ἔα Ἰωνικόν ἐϲτιν ἐκ τοῦ ἦν γεγονόϲ· διὸ ϲυϲταλτέον τὸ α ὁμοίωϲ τῷ «τοῖοϲ ἔα ἐν πολέμῳ» (Od. ξ 222), ὃ καὶ διὰ τοῦ η λέγεται «τοίη τοι ἐγὼν ἐπιτάρροθοϲ ἦα (Ε 808), οὐκ ἀποφώλιοϲ ἦα οὐδὲ [*](798 in altero Scholio cod. A. haec exstant: ζητεῖται πότερον ἰϲχων ὡϲ τρέχων ἢ ὡϲ νοῶν· εὑρέθη γὰρ ἴϲχηκα (?) ὁ παρακείμενοϲ· ἀλλὰ τοῦτο οὐδὲν ϲυμβάλλεται πρὸϲ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν· παρ᾿ αὐτῷ γὰρ πάντα τὰ κινήματα ὡϲ ἀπὸ βαρυτόνου «ἴϲχεϲθ᾿ Ἀργεῖοι» (ΙΙ. Γ 82, ἶϲχον (?) γὰρ πυργηδόν (Ιl. Ο 618), ἥ τε πληθυντικὴ μετοχὴ «χεῖράϲ τ᾿ ἀνίϲχοντεϲ» (Il. Θ 347). 887 περιϲπώμενον ante ἀξιοῖ inseruit L. et pro ἄμεινον δὲ scripsit γενόμενον δεῖ. Idem conferri iubet Choer 243, 13 et 253, 15 Gaisf. l. 36 pro λέγεται τοῖϲ ῆα φιλοπτό)
τυπῇϲιν: ὡϲ πληγῇϲιν. δοκεῖ δὲ ὡϲ πρὸϲ τὴν ἀναλογίαν ϲημειοῦλεμοϲθαι· τὰ γὰρ εἰϲ πη καθαρὰ μονογενῆ διϲύλλαβα φιλεῖ βαρύνεϲθαιεἰ δὲ ὀξύνεται ἔχει πρὸ τέλουϲ ἢ ῑ ἢ ο. πωϲ οὖν τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη. A.
24. ϲκότιον: ὡϲ λόγιον· τὸ γὰρ χόριον πρὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν. A.
56. ἦ: περιϲπαϲτέον τὸν ἦ· διαπορητικὸϲ γάρ ἐϲτι. BL.
90. τὴν ὅϲ ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνιμίαν, ἥτιϲ νῦν ἐγκλιτική ἐϲτιν. ABL.
92. ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.
135. βουπλῆγι: προπεριϲπωμένωϲ· ἡ γὰρ εὐθεῖα ὀξύνεται, βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον ϲυντιθέμενα ἐπιθετικὰ φιλεῖ ὀξύνεϲθαι. ὁπότε καὶ μίαν ϲυλλαβὴν ἀποφέρεται τοῦ ῥήματοϲ, ἀδμήϲ ἡμιθνήϲ κυαμοτρώξ. οὕτωϲ καὶ μεθυπλήξ. ὕϲπληξ δὲ καὶ ἀντίπηξ. A.
146. τοίη δέ: δύο μέρη λόγου τὸ τοίη δέ, τοίη καὶ δέ· διὸ οὐ περιϲπαϲτέον τὸ τοιηδε. A.
149. ἠμὲν — ἠδ᾿ : ἀντὶ τοῦ καί. δύναται δὲ καὶ ἄρθρα εἶναι βέλτιον δὲ τὸ ϲύνδεϲμον παραλαβεῖν. A.
150. Ἀρίϲταρχοϲ περιϲπᾶ εἰδῇϲ καὶ οὕτωϲ ἐπεκράτηϲεν ἡ προϲῳδίᾳ ἦν γὰρ καὶ λόγον ἔχουϲα. A.
152. ἔϲτι πόλιϲ Ἐφύρη: τὸ ἔϲτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται «ἔϲτι δέ τιϲ προπάροιθε πόλιοϲ (ll. B 811), καὶ ὅταν ὑποτάϲϲηται τῇ οὐ ἀποφάϲει «ὡϲ οὐκ ἔϲθ᾿ ὅδε μῦθοϲ (Od. ψ 62) εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο. οὐκέτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, οἷον «ὃ δῂ τετελεϲμένον ἐϲτίν». A.
160. προπεριϲπαϲτέον τὸ δῖα, καὶ τὸ Ἄντεια προενεκτέον ὡϲ Κράτεια. ἔνιοι δὲ ὑπονοήϲαντεϲ ἀτόπωϲ ἔχειν τὸ δῖα Διάντειαν ὑφ᾿ ἓν ἀνεγίγνωϲκον, κακῶϲ. τὸ δῖα κατὰ κόϲμον ποιητικὸν προϲέρριπται, ὡϲ καὶ ἐπὶ τοῦ δῖα Κλυταιμνήϲτρη» (Od. γ 266). A.
201. τὸ Ἀλήϊον οἱ μὲν ἐψίλωϲαν ἀπὸ τῆϲ ἄληϲ τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάϲυναν ἀπὸ τοῦ τοὺϲ ἅλαϲ ἐκεῖ πήγνυϲθαι βέλτιον δὲ τὸ πρότερον. A.
[*](λεμοϲ Lehrsius scribendum proposuit λέγεται «τοίη — φυγοπτόλεμοϲ. — ἀπήρτιϲε pro ἀπήρτηϲε ex Hekkeri coniectura recepit L. qui confort O 463.)[*](l. 4 καθαρὰ addendum suspicatus est L.)[*](Z 92 διὸ seclusit initio L. Idem 135 addit ἐπιθετικὰ et in fine verba δὲ καὶ ἀντίπηξ. 160 Διάντειαν ὑφ᾿ ἕν ἀνεγίγνωϲκον, κακῶϲ. τὸ δῖα inseruit Lehrs consulto Scholio BL. τινὲϲ δὲ Διάντεια ὁμοῦ ἀναγινώϲκουϲι, κακῶϲ, ἀγνοοῦντεϲ, ὅτι τὸ δῖα πολλαχῶϲ παῤ Ὁμήρῳ νοεῖται.)202. πάτον: ὡϲ λόγον τὰ γὰρ εἰϲ τοϲ λήγοντα διϲύλλαβα, βραχείᾳ παραληγόμενα. μονογενῆ βαρύνεται, κρότοϲ, κότοϲ, μίτοϲ, νότοϲ, πότοϲ. οὕτωϲ ἄρα καὶ πάτοϲ. δοκεῖ ἀντικεῖϲθαι τὸ ϲτρατόϲ· τὸ γὰρ βροτόϲ κατὰ δύο τρόπουϲ ἀποφεύγει ὅτι καὶ κοινὸν καὶ ἔχει ἀντέμφαϲιν. A.