Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

343. ἰάχουϲα: Τυραννίων προπεριϲπᾷ τὸ ἰάχουϲα, κακῶϲ. LV.

638. ἀλλ᾿ οἷόν τινα: Νικίαϲ ψιλοῖ, ἐκδεχόμενοϲ τὸ μόνον ἄλλοι δὲ δαϲύνουϲι θαυμαϲτικῶϲ ἐκδεχόμενοι, ὡϲ καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ «ἀλλ᾿ οἷον τὸν Τηλεφίδην» (Od. λ 512). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶϲ «οἷόν τε κρομύοιο λοπόν» (Od. τ 233). καὶ ἀντὶ τοῦ ὡϲ «οἷον ἀναΐξαϲ» (Od. α 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώϲκει ὡϲ ἑτεροῖον, ὁμοίωϲ τῷ «ἀλλοῖόϲ μοι ξεῖνε» (Od. π 181). ἡμῖν δὲ δοκεῖ θαυμαϲτικώτερον ἀναγινώϲκειν, ὥϲπερ καὶ τοῖϲ περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ «ὁϲϲάτιόν τε καὶ οἷον» (758) καὶ «ἀλλ᾿ οἷον τόδ᾿ ἔρεξεν» (Od. δ 242) «οἷον τὸν Τηλεφίδην (Od. λ 519). οὕτωϲ ἀρέϲκει καὶ Φιλοξένῳ. A.

656. τὸ ἁμαρτῇ δαϲέωϲ. περιϲπᾷ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ ὀξύνει δὲ ὁ Ἀλρίϲταρχοϲ βουλόμενοϲ αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ᾿ αὐτὸν χωρὶϲ τοῦ ῑ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περιϲπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. A.

672. 673. ἢ: ὁ μὲν πρότεροϲ κεῖται ἀντὶ τοῦ πότερον, διὸ ἐγκλιτέον· τὸν δὲ δεύτερον περιϲπαϲτέον. A.

683. Χρομίον παροξυτόνωϲ, Ἅλιον προπαροξυτόνωϲ εἴπομεν (ὁ Δίων — immo Ἡρωδιανὸϲ — φηϲί V) τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παροξύνεϲθαι καὶ ἐϲημειούμεθα τὸ Ἅλιοϲ, Ξένιοϲ, Κρόνιοϲ (B 495). ἐπεκράτηϲε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν τὸ Ἅλιοϲ προπαροξυνόμενον. ABV.

736. ἡ: δαϲυντέον τὸ η· ἄρθρον γάρ ἐϲτιν ἀντωνυμικόν. τινὲϲ δὲ ψιλοῦϲι ϲύνδεϲμον ἐκδεχόμενοι τὸν ἠδέ, κακῶϲ. A.

739. ἣν πέρι μὲν πάντῃ φόβοϲ ἐϲτεφάνωται: ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ἵνα πρὸϲ τὸ ἥν ϲυντάττηται. A.

759. ἕκηλοι: δαϲυντέον· παρὰ γὰρ τὸ ἑκών ἐγένετο. ὅπερ ἐϲτὶ ϲημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡϲυχάζων ὁ δὲ ὑποχωρῶν καὶ ἡϲυχάζει. ἄλλωϲ τε τὸ πρὸ τοῦ κ δαϲύνεται μὴ ὂν ἐκ κλίϲεωϲ ἢ προθέϲεωϲ ἢ μεμελετηκὸϲ ἀφαιρεῖϲθαι (ut ἐκεῖνοϲ) οἷον ἑκάϲ Ἑκάτη. οὕτωϲ ἄρα καὶ ἕκηλοϲ. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήϲιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον. AB.

784. ϲτᾶϲ᾿: περιϲπαϲτέον· ἔϲτι γὰρ τὸ πλῆρεϲ ϲτᾶϲα. A.

[*](656 in B legimus οἱ δὲ περὶ Ἡρωδιανὸν περιϲπῶϲι καὶ προϲγράφουϲι τὸ ῑ.)[*](759 ἑκὼν pro εἴκων scr. L.)
53