Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

302. ϲμερδαλέα ἰάχων: βαρύνειν δεῖ τὴν ἰάχων· ἐνϲτῶτοϲ γάρ ἐϲτι καὶ παρατατικοῦ. οὐ μέντοι περιϲπαϲθήϲεται, ὡϲ οἴεται Τυραννίων. διδάϲκει τὰ κινήματα· «ἡμεῖϲ δὲ ἰάχοντεϲ (Od. δ 454) εἰ γὰρ περιεϲπᾶτο, ὡϲ νοοῦντεϲ ἐγίνετο. ἐπὶ δ᾿ ἴαχε λαὸϲ ὄπιϲθε» (11. N. 834). τρὶϲ δ᾿ ἀΐεν ἰάχοντοϲ» (ll. Λ 463) οὕτωϲ οὖν καὶ τὸ «φθέγξομ᾿ ἐγὼν ἰάχουϲα» (ll. Φ 341) ὀφείλομεν προπαροξύνειν. A.

308. ὦϲε δ᾿ ἀπό: οὐχ ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτραφήϲεται ἡ πρόθεϲιϲ, ἐπεὶ τὸ ἑξῆϲ ἐϲτιν ἀπῶϲε· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A.

322. ἀπό: οὐκ ἀναϲτρεπτέον· δύναται γὰρ καὶ τῇ γενικῇ ϲυντάττεϲθαι καὶ ϲημαίνειν τὸ ἄποθεν, ἵνα ὅμοιον ᾖ τῷ «οὐκ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ (ll. Ι 353). ἢ καὶ παρέλκεται. A.

[*](322 τῇ unte γενικῇ apposuit L.)
52

325. περί: οὐκ ἀναϲτρεπτέον· κεῖται γὰρ ἀντὶ τῆϲ ὑπέρ. δεδήλωται δὲ ἡμῖν ἐν τῇ A ἐντελῶϲ, ὁπότε διελαμβάνομεν περὶ τοῦ «ἄλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων (Il. A 287). A.

332. πόλεμον κατακοιρανέουϲιν: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει, ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφαϲιϲ γενέϲθαι, εἰ ϲυνάπτοιτο τῷ κοιρανέουϲιν ὡϲ ἀνακοιρανέοντα. v. Ε 824, καί ἐϲτιν ὅμοιον τῷ «Ἴθάκην κατακοιρανέουϲιν» (Od. α 247). A.

343. ἰάχουϲα: Τυραννίων προπεριϲπᾷ τὸ ἰάχουϲα, κακῶϲ. LV.

638. ἀλλ᾿ οἷόν τινα: Νικίαϲ ψιλοῖ, ἐκδεχόμενοϲ τὸ μόνον ἄλλοι δὲ δαϲύνουϲι θαυμαϲτικῶϲ ἐκδεχόμενοι, ὡϲ καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ «ἀλλ᾿ οἷον τὸν Τηλεφίδην» (Od. λ 512). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶϲ «οἷόν τε κρομύοιο λοπόν» (Od. τ 233). καὶ ἀντὶ τοῦ ὡϲ «οἷον ἀναΐξαϲ» (Od. α 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώϲκει ὡϲ ἑτεροῖον, ὁμοίωϲ τῷ «ἀλλοῖόϲ μοι ξεῖνε» (Od. π 181). ἡμῖν δὲ δοκεῖ θαυμαϲτικώτερον ἀναγινώϲκειν, ὥϲπερ καὶ τοῖϲ περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ «ὁϲϲάτιόν τε καὶ οἷον» (758) καὶ «ἀλλ᾿ οἷον τόδ᾿ ἔρεξεν» (Od. δ 242) «οἷον τὸν Τηλεφίδην (Od. λ 519). οὕτωϲ ἀρέϲκει καὶ Φιλοξένῳ. A.

656. τὸ ἁμαρτῇ δαϲέωϲ. περιϲπᾷ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ ὀξύνει δὲ ὁ Ἀλρίϲταρχοϲ βουλόμενοϲ αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ᾿ αὐτὸν χωρὶϲ τοῦ ῑ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περιϲπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. A.

672. 673. ἢ: ὁ μὲν πρότεροϲ κεῖται ἀντὶ τοῦ πότερον, διὸ ἐγκλιτέον· τὸν δὲ δεύτερον περιϲπαϲτέον. A.

683. Χρομίον παροξυτόνωϲ, Ἅλιον προπαροξυτόνωϲ εἴπομεν (ὁ Δίων — immo Ἡρωδιανὸϲ — φηϲί V) τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παροξύνεϲθαι καὶ ἐϲημειούμεθα τὸ Ἅλιοϲ, Ξένιοϲ, Κρόνιοϲ (B 495). ἐπεκράτηϲε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν τὸ Ἅλιοϲ προπαροξυνόμενον. ABV.

736. ἡ: δαϲυντέον τὸ η· ἄρθρον γάρ ἐϲτιν ἀντωνυμικόν. τινὲϲ δὲ ψιλοῦϲι ϲύνδεϲμον ἐκδεχόμενοι τὸν ἠδέ, κακῶϲ. A.

739. ἣν πέρι μὲν πάντῃ φόβοϲ ἐϲτεφάνωται: ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ἵνα πρὸϲ τὸ ἥν ϲυντάττηται. A.

759. ἕκηλοι: δαϲυντέον· παρὰ γὰρ τὸ ἑκών ἐγένετο. ὅπερ ἐϲτὶ ϲημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡϲυχάζων ὁ δὲ ὑποχωρῶν καὶ ἡϲυχάζει. ἄλλωϲ τε τὸ πρὸ τοῦ κ δαϲύνεται μὴ ὂν ἐκ κλίϲεωϲ ἢ προθέϲεωϲ ἢ μεμελετηκὸϲ ἀφαιρεῖϲθαι (ut ἐκεῖνοϲ) οἷον ἑκάϲ Ἑκάτη. οὕτωϲ ἄρα καὶ ἕκηλοϲ. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήϲιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον. AB.

784. ϲτᾶϲ᾿: περιϲπαϲτέον· ἔϲτι γὰρ τὸ πλῆρεϲ ϲτᾶϲα. A.

[*](656 in B legimus οἱ δὲ περὶ Ἡρωδιανὸν περιϲπῶϲι καὶ προϲγράφουϲι τὸ ῑ.)[*](759 ἑκὼν pro εἴκων scr. L.)
53

787. ἐλέγχεα: ὡϲ τείχεα· οὐ γὰρ νῦν ἐπιθετικόν. A.

798. ἴϲχων: ὡϲ λέγων ἔχων· οὐδὲ γὰρ δύναται ὀξύνεϲθαι ὡϲ δευτέρου ἀορίϲτου· ἄνευ γὰρ τοῦ ῑ ἐλέγετο ἂν ϲχών. A.

800. ἦ ὀλίγον ο παῖδα ἐοικότα γείνατο Τυδεύϲ. τὸν περιϲπαϲτέον· βούλονται γὰρ αὐτὸν ἰϲοδυναμεῖν τῷ δή καὶ βεβαιωτικὸν εἶναι· τοιοῦτοϲ γὰρ ὁ κατ᾿ ἀρχὴν η. τὴν δὲ ἀντωνυμίαν ὀρθοτονοῦϲιν, ἐπεὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A.

812. νύ ϲε: ὁ ἤ ὀξύνεται· διαζευκτικὸϲ γάρ. φυλάϲϲεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικόν, ὃ καὶ αὐτὸ ἔϲχεν ὀξεῖαν διὰ τὴν ϲέ ἐγκλιτικὴν οὖϲαν. A.

824. μάχην ἀνὰ κοιρανέοντα: ἀνά: οἱ μὲν ἀνέϲτρεψαν, ἵνα γένηται ἀνὰ τὴν μάχην. Ἀρίϲταρχοϲ δὲ παρῃτήϲατο τὴν ἀνά ἀναϲτρέψαι, ὁπότε μὴ ϲημαντικὴ εἴη τοῦ ἀνάϲτηθι, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ «Ζεῦ ἄνα Δωδωναῖε» (Il. Π 233). ἔϲτι δὲ καὶ νῦν ἐκεῖνον προϲθεῖναι τὸν λόγον, ὡϲ ὅτι ὅταν πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ παραλαμβάνηται οὐκ ἀναϲτρέφεται. «ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι (ll. A, 287) «θεῖναι Ἀθηναίηϲ ἐπὶ γούναϲι (Il. Z 92). οὕτωϲ οὖν κἀνθάδε ἡ ἀνά ἀντὶ τῆϲ κατά. A.

856. ἔγχεϊ: εἴρηται περὶ τῶν τοιούτων δοτικῶν πότε κατὰ διάϲταϲιν, ὡϲ νῦν, καὶ πότε κατὰ ϲυναλοιφήν, καὶ ὅτι τὸ μέτρον πολλάκιϲ αἴτίον· καὶ τὰ ἀντικείμενα, καίτοιγε μέτρου μὴ ἐμποδίζοντοϲ, ὡϲ τὸ «πλήθει πρόϲθε βαλόντε (Il. ψ 639). A.