Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

237. τέ᾿ ἅρματα: τὸ πλῆρέϲ ἐϲτι τεά· διὸ βαρυτονητέον· ἐπιφέρει γοῦν «καὶ τεὼ ἵππω». A.

252. οὐ δὲϲέ: ὁ Ἀϲκαλωνίτηϲ τὸν δέ ὀξύνει, ἵνα ἐγκλιτικῶϲ ἀναγνῷ. οὐκ ἀναγκαῖον δέ, ἀλλ᾿ ὀρθοτονεῖν· καὶ γὰρ δύναται ϲυνδεδέϲθαι. A.

256. ἔα: ϲυϲτέλλεται τὸ ᾱ καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲϲ τοῦ ἐνεϲτῶτόϲ ἐϲτιν ἐῶ ἐᾷϲ ἐᾷ, ϲὺν τῷ ῑ γραφόμενον ὡϲ τιμῶ τιμᾷϲ τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴαϲ εἴα οὐ προϲγραφομένου τοῦ ῑ «οὔ μ᾿ εἴαϲ μακάρεϲϲι» (819). καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῇ «τὸν δ᾿  οὔτι πατὴρ εἴαϲκε μάχεϲθαι» (Il. Υ 408) καὶ τόνδε δ᾿ ἔαϲκεν» (ll. 17 ) καὶ προϲτακτικὸν « ἀλλ᾿ ἔα ὥϲ οἱ πρῶτα» (ll. A 26). εἰ τοίνυν ἐϲτὶ τοιοῦτο τρεῖν μ᾿ οὐκ ἔα», μόνον ϲυνεϲτάλη τὸ ἄλφα, καὶ ὁ παρατατικόϲ ἐϲτιν ἰϲοδυναμῶν ἐνεϲτῶτι. εἰ δὲ ὁ ἐνεϲτὼϲ αἰεί ἐϲτι περιϲπώμενοϲ καὶ ϲὺν τῷ ῑ γραφόμενοϲ, δῆλον ὅτι πολλὰ πάθη· ϲυϲτολὴ γὰρ τοῦ ᾱ, καὶ ἐκβολὴ τοῦ ῑ καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλωϲ ἐκδεξαίμεθα, [*](203 cf. Pneumatol. El p. 724. 256 ex E M., quo transiit nota, inseruit L. τοῦ δὲ παρατατικοῦ, idem suspicatur post βαρυτόνων deesse ἐνεϲτῶτοϲ.)

50
ὅτι ἔθοϲ αὐτῷ ταῦτα τὰ τῆϲ δευτέραϲ ϲυζυγίαϲ κατὰ τὸ δεύτερον καὶ τρίτον πρόϲωπον πολλάκιϲ διαλύειν εἰϲ δύο αα, ὧν τὸ μὲν πρότερον ϲυνεϲταλμένον ἐϲτί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ ϲὺν τῷ ῑ γραφόμενον, ὁρᾷϲ «οὐχ ὁράᾳϲ οἱοϲ κἀγὼ» (Ιl. Φ 108) καὶ ἐπὶ τοῦ τρίτου «ἰϲχανάᾳ δακέειν (ll. P 572) καὶ ἐκπεράᾳ μέγα λαῖτμα» (Od. ι 323) «οὐκ ἐάᾳ Κρονίδηϲ (ll. Θ 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆϲθαι «τρεῖν μ᾿ οὐκ ἔα». ἔνθεν καὶ ϲυνέϲταλται τὸ ᾱ καὶ βεβάρυνται. οὐκ ἄηθεϲ δὲ καὶ ἐνεϲτῶταϲ ἀποκόπτεϲθαι καὶ ἄλλουϲ χρόνουϲ, ὡϲ ἔχει τὸ «οὖτα καταὶ λαπάρην (ll. Ζ 64). εἰ δέ τιϲ ἐπιζητήϲειεν ὁμοιότητα ἀπὸ τῶν εἰϲ ω περιϲπωμένων ἢ βαρυτόνων ἐπὶ τρίτου ἀποκοπήν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήϲει· περὶ γὰρ πάθουϲ διαλαμβάνομεν. ABLV.

266. υἷοϲ: προπεριϲπαϲτέον· ἀπὸ γὰρ εὐθείαϲ ἐϲτὶ μὴ εἰρημένηϲ τῆϲ υἷιϲ, ἧϲ γενικὴ ὤφειλεν εἶναι τριϲύλλαβοϲ ὡϲ μάντιοϲ. αὕτη τοίνυν ϲυναλοιφὴν παθοῦϲα καὶ διϲύλλαβοϲ γενομένη βαρύνεται, ἧϲ ἀκόλουθοϲ δοτική «Νηληΐῳ υἷι ἐοικώϲ» (Il. B 20), καὶ αἰτιατικὴ «ἀλλ᾿  υἷα Κλυτίοιο ϲαώϲομεν» (Ιl. 0 427) καὶ πληθυντικὴ εὐθεία «υἷεϲ ὁ μὲν Κτεάτου» (ll. B 621) καὶ αἰτιατικὴ «υἷάϲ τ᾿ ὀλλυμένουϲ» (Il. Χ 62). ἀποδείξομεν δὲ καὶ τὸ «υἱάϲι δὲ Πριάμοιο» (463) παρὰ τοῦτο κεκλίϲθαι ἐν τοῖϲ περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆϲ καθολικῆϲ κινήϲεωϲ τοῦ ὀνόματοϲ διαλαμβάνωμεν. A.

269. θήλεαϲ ἵππουϲ: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα, ἵν᾿ ἀπ᾿ εὐθείαϲ τῆϲ θῆλυϲ ᾖ κεκλιμένον· «θῆλυϲ ἑέρϲη (Od. ε 467) «Ἥρη θῆλυϲ ἐοῦϲα» (Ιl. Τ 97) «θῆλυν ὑπόρρηνον» (ll. K 216). οὕτωϲ Ἀρίϲταρχοϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. A.

278. ἦ μάλα: περιϲπαϲτέον τὸν ἦ· ἔϲτι γὰρ μᾶλλον βεβαιωτικόϲ. A.

283. τῷ δ᾿ ἐπὶ μακρὸν ἄϋϲε: ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν· πρὸϲ γὰρ τὸ ἄϋϲε φέρεται. ἀλλ᾿ οὐδ᾿ εἰ πρὸϲ τὸ ἄρθρον δὲ ϲυνετάττετο, ἀνεϲτρέφετο, δι᾿ ὃν προείπομεν πολλάκιϲ λόγον, ὡϲ ὅτι ἐὰν μεταξὺ πέϲῃ μέροϲ λόγου, οὐ γίνεται ἀναϲτροφὴ τῆϲ προθέϲεωϲ, ἐὰν μὴ τελευταία ϲτίχου τεθῇ, ὡϲ τὸ ἔπτυϲε πουλὺ κάτα». ALV.