Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

35. ὦχροϲ: οὕτωϲ ὦχροϲ ὡϲ ὦμοϲ, εἰϲ ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροόϲ ἐϲτιν, ὃ ἐν ὑπερθέϲει γίνεται ἄοχροϲ καὶ κατὰ ϲυναλοιφὴν ποιεῖ τὸ ὦχροϲ βαρυνόμενον. ἄλλωϲ τε τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προϲκειμένου τοῦ ι, βαρύνεται, ὦμοϲ. πρόϲκειται μὴ ἔχοντα τὸ ι διὰ τὸ ᾠδόϲ. BL.

παρειά: οὕτωϲ ὀξυτόνωϲ καὶ χωρὶϲ τοῦ ϲ γραπτέον, ἵνα ᾖ οὐδέτερον. τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰϲ οὐδέτερον γένοϲ τοῦ αὐτοῦ ϲημαινομένου μένοντοϲ τὸν αὐτὸν φυλάϲϲει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα. διάφορον γὰρ τὸ ϲημαινόμενον. οὕτωϲ παρειαί παρειά. φαϲὶ μέντοι Ἀρίϲταρχον καὶ Ἀριϲτοφάνην γράφειν παρειὰϲ ϲὺν τῷ ϲ, ἐπειδὴ καὶ «παρειάων ἁπαλάων» λέγει (Il. Ϲ 123). A.

43. ἦ: περιϲπαϲτέον τὸν ἦ· βεβαιωτικὸϲ γάρ ἐϲτι καὶ ἰϲοδυναμεῖ τῷ δή. A.

63. ὡϲ ϲοί: ἡ ϲοί ἀντωνυμία ὀρθοτονεῖται νῦν διὰ τὴν ἀντιδιαϲτολήν. A.

97. νῦν: τὸ νυν περιϲπαϲτέον, κἂν παρέλκῃ παρὰ τῷ ποιητῇ. A.

102. διακρινθεῖτε: οὕτωϲ προπεριϲπᾶται διακρινθεῖτε· ἔϲτι γὰρ εὐκτικόν, κατὰ πάθοϲ γεγονὸϲ ἐκ τοῦ διακρινθείητε, ὁμοίωϲ τῷ «καὶ εἴ  ποθεν ἀλλ᾿  ἐπιθεῖτε» (Od. χ 62). ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν, ὥϲπερ καὶ τὸ «ἡμεῖϲ δ᾿  ἐϲ δεκάδαϲ διακοϲμηθεῖμεν Ἀχαιοί» (Il. Β 126). A.

122. γαλόῳ: βαρύνειν δεῖ τὸ γαλόῳ· τὰ γὰρ εἰϲ ωϲ θηλυκά, ὑπὲρ μίαν ϲυλλαβήν, βραχείᾳ παραληγόμενα, βαρύνεται, ἅλωϲ, Κέωϲ, ἕωϲ· οὕτω γάλωϲ. τοῦτο δὲ ἀξιοῖ Τρύφων ἐν τῷ α΄ περὶ ἀρχαίαϲ ἀναγνώϲεωϲ. A.

128. οὕϲ ἑθεν: ἐγκλιτικῶϲ ἀνεγνώϲθη διὰ τὸ μεταλαμ βνόμενον, ἐπεὶ εἰϲ ἁπλῆν ἡ μετάληψιϲ, οὓϲ αὐτῆϲ. τοῦτο δὲ ἐπὶ τῆϲ ἕθεν φαϲίν, ὅτι εἰ μὲν εἰϲ ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶϲ ἀναγινώϲκειν δεῖ, εἰ δὲ εἰϲ ϲύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτωϲ ἀνεγνώϲθη «ἐπεὶ οὔ ἑθέν ἐϲτι χερείων» (Il. Α 114) οἳ ἑθεν ὀτρύνοντοϲ» (Il. Ο 199)· ἐκεῖνο δὲ κατ᾿  ὀρθὴν τάϲιν «ἀπὸ ἕθεν ὤϲατο χειρὶ» (Il. Ζ 62). ὅθεν Ϲιδώνιοϲ μέμφεται Ἀριϲτάρχῳ μὴ ἐγκλιτικῶϲ ἀναγνόντι τὸ «πρόϲθεν ἕθεν φεύγοντα» (Il. Ε 80) ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν. A.

152. ἱεῖϲιν: προπεριϲπαϲτέον ὡϲ τιθεῖϲιν τὰ γὰρ τρίτα πληθυντικὰ ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ μετοχαῖϲ, λέγομεν λέγετε λέγουϲι καὶ τοῖϲ λέγουϲιν, ἵϲταμεν ἵϲτατε ἱϲτᾶϲι καὶ τοῖϲ ἱϲτᾶϲιν. οὕτωϲ ἵεμεν ἵετε ἱεῖϲι· καὶ γὰρ ἱέντεϲ ἱέντων ἱεῖϲιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φαϲί πρὸϲ τὸ φᾶϲι μετοχικόν, ὡϲ ϲτᾶϲι. A.

[*](Γ 35 παρειά transiisse in E. M. 653, 26 adnotat L. 122 in fine exciderunt, quae suppleri possunt ex Herod. περὶ παθῶν E. M. 220, 9: κλίνεται τῆϲ γάλω, ἡ δοτικὴ τῇ γάλῳ καὶ πλεοναϲμῷ τοῦ ο γαλόῳ. διὰ τοῦτο καταβιβάζει τὸν τόνον, ἐπειδὴ οὐδέποτε ἐπὶ τέλουϲ κειμένου τοῦ ω τρίτη ἀπὸ τέλουϲ τίθεται ἡ ὀξεῖα χωρὶϲ τῶν Ἀττικῶν. cf. Χ 473. 128 pro ὤτρυνον scripsit ὀτρύνοντοϲ L.)
40

157. τοιῇδ᾿ : ἕν ἐϲτι· διὸ προπεριϲπαϲτέον τὸ τοιῇδε. A.