Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

316. χαλκήρεϊ: προπαροξυτόνωϲ· ἔϲτι γὰρ παραγωγὴ διὰ τοῦ ηρηϲ, ἥτιϲ βαρύνεται, ξιφήρηϲ, ὀλιγήρηϲ, θυμήρηϲ, ἔνθεν τὸ «θυμῆρεϲ κεράϲαϲα» (Od. 362). εἰ μέντοι γε τὸ ἄρω ἔγκειται ἐπὶ τούτου καὶ διὰ τοῦ ᾱ ἡ ϲύνθεϲιϲ γένοιτο, καὶ ὀξεῖα τάϲιϲ ἐϲτίν· «ἔχει δ᾿ ἄλοχον θυμάρεα» (Ιl. 1 336). ABL.

344. διαμετρητῷ: Ἀρίϲταρχοϲ περιϲπᾷ καὶ οἱ ἄλλοι καὶ οὕτωϲ ἔχει ἡ παράδοϲιϲ· καί ἐϲτι παραϲύνθετον τὸ γὰρ ῥῆμα ϲυντέθειται ἐν τῷ «χῶρον μὲν πρῶτον διεμέτρεον» (315). A.

354. ξεινοδόκον: παροξύνεται διὰ τὴν ἐνέργειαν. οὕτωϲ δὲ πέφυκε τὰ παρὰ ῥῆμα ϲυντιθέμενα παροξύνεϲθαι μέν, ὅτε ἐνέργειαν ὑπιϲχνεῖται, προπαροξύνεϲθαι δέ, ὅτε πάθοϲ, εἰ μὴ κανόνεϲ τινὲϲ κωλύοιεν οὓϲ παρατίθεται ὁ Ἡρωδιανόϲ. ὥϲτε διαφέρειν τὸ λιθοβόλοϲ τοῦ λιθόβολοϲ· τὸ μὲν γὰρ παροξυνόμενον ϲημαίνει τὸν λίθουϲ βάλιοντα, τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ λίθου βεβλημένον, ὡϲ παρ᾿ Εὐριπίδη ἐν Φοινίϲϲαιϲ (1069) «λιθόβολον εἷμα κατειργάϲω». A.

366. ἦ: περιϲπᾶται ὁ ἦ· βεβαιωτικὸϲ γάρ. A.

426. ἔνθα κάθιζ᾿ Ἑλένη: κάθιζ᾿: ϲυϲτέλλειν δεῖ τὸ ῑ καὶ προπαροξύνειν τὸ κάθιζε. ὅϲα γὰρ παρψχημένου ῥήματα βραχυκατάληκτα ἐνέλειψε χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα ϲυντιθέμενα ἀναδίδωϲι τὸν τόνον· εἶχον ϲυνεῖχον· ἀλλ᾿ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνοϲ «νὺξ δὲ μάλα ϲτυγερὴ κάτεχ᾿ οὐρανόν (Od. ν 269). οὕτωϲ ἷζε κάθιζε «Νέϲτωρ τ᾿ αὐτὸϲ ἔφοζε» (Od. γ 411). A.

[*](236 ἀόριϲτοι καὶ inter δεύτεροι ac μέλλοντεϲ inseruit L. 239 ἦ ἠκολούθηϲαν inseruit L. coll. qu. ep. p. 54. 240 οὐκ ἀναϲτρέφει pro ἀναϲτρέφει scripsit Lehre coll. qu. ep. p. 81. 354 canonem eiusmodi, qui distinctionem activae et passivae notionis per accentum impediat, esse Ν 26 monet L., qui conferri iubet Λ 270. adeas nunc Pros. Cath. p. 235.)
42

440. πάρα γὰρ θεοί εἰϲι καὶ ἡμῖν: ὀξυτονητέον τὴν παρά πρόθεϲιν κατὰ τὴν ἄρχουϲαν. ἔϲτι δὲ οὐκ ἀναϲτροφή, ἀλλὰ καθ᾿ ὑπέρβατον κεῖται, διαλελυμένου τοῦ πάρειϲιν. εἰκότωϲ τινέϲ φαϲιν, ὅτι αἱ προθέϲειϲ, ὅταν κατὰ διάλυϲιν λέγωνται πρὸϲ τὰ ἐπιφερόμενα, φυλάϲϲουϲι τοὺϲ τόνουϲ «κατὰ ταῦρον ἐδηδώϲ» (ΙΙ. P 542) «κατὰ βοῦϲ Ὑπερίονοϲ ἤϲθιον» (Od. α 8) «κἀνὰ δ᾿ ὁ πτολίπορθοϲ Ὀδυϲϲεὺϲ ἔϲτη» (Ιl. B 278). ἐχρῆν οὖν καὶ τῆϲ παρά ἐνθάδε, εἰ πρὸϲ τὸ ἐπιφερόμενον ϲυντάττεται, φυλάϲϲεϲθαι τὸν τόνον. πρὸϲ οὓϲ πιθανῶϲ ὑπαντητέον, ὅτι ἐκεῖνα μέν, ἅπερ ἐτίθεντο, καὶ ἐν τῇ ϲυνθέϲει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν προθέϲεων, οἷον κατήϲθιον, κατεδηδώϲ. οὐ γάρ τιϲ τῶν προθέϲεων τούτων ἐπὶ τὴν ἄρχουϲαν ϲυλλαβὴν ἑαυτῆϲ μετεβίβαζε τὸν τόνον· τὸ δὲ πάρειϲι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυϲιν οὕτωϲ ἀναγινώϲκομεν. A.

446. ὥϲ ϲεο: ἐγκλιτικῶϲ ἀναγνωϲτέον· οὐ γὰρ ἀντιδιαϲτολὴ προϲώπου· ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸϲ ὀρθοτονητέον «ὡϲ ϲέο νῦν ἔραμαι» (Ξ 328). ἀντιδιαϲτολὴ γὰρ πρὸϲ ἄλλα πρόϲωπα. A.

2. μετὰ δέ ϲφιϲι. τὸ ϲφιϲι κατ᾿ ἔγκλιϲιν ἀναγνωϲτέον νῦν, ἱνα εἰϲ ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψιϲ γένηται. τοῦτο δὲ τὸ παρατήρημα οἱ ἀπ᾿ Ἀριϲτάρχου παραγγείλαντεϲ διηνεκῆ τὴν ἀνάγνωϲιν οὐκ ἐφύλαξαν. ἀληθὲϲ γάρ ἐϲτιν, ὅτι ἡ ϲφίϲιν ἐγκλιτικὴ οὖϲα εἰϲ ἁπλῆν μεταλαμβάνεται, ὥcπερ καὶ ἐπὶ τοῦ «ἔτι γάρ ϲφιϲι κῦδοϲ ὀρέξω» (Ιl. Ρ 453). οὐ μὴν ὀρθοτονουμένη πάντωϲ εἰϲ ϲύνθετον· ἔϲτι γὰρ ὅτε καὶ εἰϲ ἁπλῆν. εἰϲ μὲν οὖν ϲύνθετον οὕπτωϲ «αἵ ἑ μετὰ ϲφίϲιν εἶχον» (Ιl. X 474), εἰϲ ἁπλῆν δὲ οὕτωϲ· «τοὺϲ δ᾿ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι» (Od. ξ 272), «ϲφίϲι δ᾿ αὐτοῖϲ δαῖτα πένεϲθαι» (Od. δ 683). οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖϲ ἐργάζεϲθαι, ἀλλ᾿ αὐτοῖϲ τοῖϲ ἄγουϲιν· οὐδὲ οἱ μνηϲτῆρεϲ τὰ πρὸϲ τὴν δαῖτα ἑαυτοῖϲ παρεϲκεύαζον, ἕτεροι δὲ αὐτοῖϲ. AB.

3. νέκταρ ἐᾠνοχόει: διαφόρουϲ δόξαϲ ἐκτίθεται ἐν τῇ προϲψδίᾳ ὁ Ἡρωδιανόϲ, ᾗ δὲ ἀρέϲκεται, αὕτη ἐϲτίν. ἔθοϲ ἐϲτὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκιϲ τὸ κατ᾿ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔϲθ᾿ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήϲειϲ· «ϲτῆϲε δ᾿ ἐν Ἀμνιϲῷ» (Od. τ 188) «ϲκῆπτρον μέν τοι δῶκε» (Il. 38) τὸ γὰρ ἐντελὲϲ «τῷ δ᾿ ἕτερον μὲν ἔδωκεν» (Il. Π 250). οὕτωϲ οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐϲτι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατιόν «τὴν δ᾿ οὐ θεὸϲ ἄλλοϲ ἀνῷγεν᾿» (Ιl. Ξ 168) ἀλλὰ τὸ κατὰ πλεονοϲμὸν τοῦ ε· «χηλοῦ δ᾿ ἄπο πῶμ᾿ ἀνέῳγεν» (ΙΙ. Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν «ἀλλ᾿ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε» (Il. A 24) [*](Δ 3 ἐν ante τῇ προϲῳδίᾳ inseruit L.)

43
τὸ δὲ κατὰ πλεοναϲμόν, «οὐδ᾿ Ἀγαμέμνονι πάμπαν ἑήνδανε᾿» (d. γ 143). καὶ πάλιν «ἕϲϲατο δ᾿ ἔκτοϲθεν (Ιl. Κ 334)· εἶτα ἐν ἑτέροιϲ «ἑέϲϲατο δέρμα» (Ιl. K 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ «ὦϲα παρέξ» (Od. ι 488) καὶ ὦϲε τὸ τρίτον. ὃ ἐν πλεοναϲμῷ φηϲι « κὰδ δ᾿ ἄρ᾿ ἐπὶ ϲτόμ᾿ ἔωϲεν» (Il. Π 410). οὕτωϲ οὖν ἐπὶ τούτου. ἐν ἑτέροιϲ γάρ φηϲιν «ᾠνοχόει δ᾿ υἱὸϲ Μενελάου» (Od. o 141), ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε ἀκολούθωϲ πάλιν ἀπεφήνατο «νέκταρ ἐῳνοχόει». A.