Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

102. διακρινθεῖτε: οὕτωϲ προπεριϲπᾶται διακρινθεῖτε· ἔϲτι γὰρ εὐκτικόν, κατὰ πάθοϲ γεγονὸϲ ἐκ τοῦ διακρινθείητε, ὁμοίωϲ τῷ «καὶ εἴ  ποθεν ἀλλ᾿  ἐπιθεῖτε» (Od. χ 62). ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν, ὥϲπερ καὶ τὸ «ἡμεῖϲ δ᾿  ἐϲ δεκάδαϲ διακοϲμηθεῖμεν Ἀχαιοί» (Il. Β 126). A.

122. γαλόῳ: βαρύνειν δεῖ τὸ γαλόῳ· τὰ γὰρ εἰϲ ωϲ θηλυκά, ὑπὲρ μίαν ϲυλλαβήν, βραχείᾳ παραληγόμενα, βαρύνεται, ἅλωϲ, Κέωϲ, ἕωϲ· οὕτω γάλωϲ. τοῦτο δὲ ἀξιοῖ Τρύφων ἐν τῷ α΄ περὶ ἀρχαίαϲ ἀναγνώϲεωϲ. A.

128. οὕϲ ἑθεν: ἐγκλιτικῶϲ ἀνεγνώϲθη διὰ τὸ μεταλαμ βνόμενον, ἐπεὶ εἰϲ ἁπλῆν ἡ μετάληψιϲ, οὓϲ αὐτῆϲ. τοῦτο δὲ ἐπὶ τῆϲ ἕθεν φαϲίν, ὅτι εἰ μὲν εἰϲ ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶϲ ἀναγινώϲκειν δεῖ, εἰ δὲ εἰϲ ϲύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτωϲ ἀνεγνώϲθη «ἐπεὶ οὔ ἑθέν ἐϲτι χερείων» (Il. Α 114) οἳ ἑθεν ὀτρύνοντοϲ» (Il. Ο 199)· ἐκεῖνο δὲ κατ᾿  ὀρθὴν τάϲιν «ἀπὸ ἕθεν ὤϲατο χειρὶ» (Il. Ζ 62). ὅθεν Ϲιδώνιοϲ μέμφεται Ἀριϲτάρχῳ μὴ ἐγκλιτικῶϲ ἀναγνόντι τὸ «πρόϲθεν ἕθεν φεύγοντα» (Il. Ε 80) ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν. A.

152. ἱεῖϲιν: προπεριϲπαϲτέον ὡϲ τιθεῖϲιν τὰ γὰρ τρίτα πληθυντικὰ ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ μετοχαῖϲ, λέγομεν λέγετε λέγουϲι καὶ τοῖϲ λέγουϲιν, ἵϲταμεν ἵϲτατε ἱϲτᾶϲι καὶ τοῖϲ ἱϲτᾶϲιν. οὕτωϲ ἵεμεν ἵετε ἱεῖϲι· καὶ γὰρ ἱέντεϲ ἱέντων ἱεῖϲιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φαϲί πρὸϲ τὸ φᾶϲι μετοχικόν, ὡϲ ϲτᾶϲι. A.

[*](Γ 35 παρειά transiisse in E. M. 653, 26 adnotat L. 122 in fine exciderunt, quae suppleri possunt ex Herod. περὶ παθῶν E. M. 220, 9: κλίνεται τῆϲ γάλω, ἡ δοτικὴ τῇ γάλῳ καὶ πλεοναϲμῷ τοῦ ο γαλόῳ. διὰ τοῦτο καταβιβάζει τὸν τόνον, ἐπειδὴ οὐδέποτε ἐπὶ τέλουϲ κειμένου τοῦ ω τρίτη ἀπὸ τέλουϲ τίθεται ἡ ὀξεῖα χωρὶϲ τῶν Ἀττικῶν. cf. Χ 473. 128 pro ὤτρυνον scripsit ὀτρύνοντοϲ L.)
40

157. τοιῇδ᾿ : ἕν ἐϲτι· διὸ προπεριϲπαϲτέον τὸ τοιῇδε. A.

159. ὧϲ: περιϲπαϲτέον τὸ ὧϲ ἀντὶ γὰρ τοῦ ὅμωϲ. A.

160. ἡμῖν: ὀρθοτονητέον τὴν ἡμῖν· ἔϲτι γὰρ ἐν ϲυμπλοκῇ διαϲταλτικῶϲ εἰλημμένη, ἡμῖν καὶ τοῖϲ τέκνοιϲ. ABL.