Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

765. τὸ ἀυτμένα ὡϲ ποιμένα τῷ τόνῳ· καὶ καθόλου τὰ εἰϲ μην λήγοντα ἁπλᾶ ὀξύνεϲθαι θέλει. A.

806. ἐνδίνων: ὡϲ ϲελίνων· παρῆκται δὲ παρὰ τὸ ἔνδον τὸ ἔνδινον· καὶ γὰρ παρὰ τὸ ἔντοϲθεν ἐντοϲθίδια λέγεται. οὕτωϲ δὲ ἔχει καὶ τὰ ἔντερα καὶ τὰ ἔγκατα παρὰ τὴν αὐτὴν ἔννοιαν. A.

[*](475 pro Πριάμοιο correxit Πριάμου L. 604 Lehrsius collato Hesych.: νεοίη νεότηϲ· νέοιαι ἀφροϲύναι soribendum suspicatur. νεοίη ὡϲ ὁμοίη, λέγει δὲ τὴν νεότητα. οἱ μέντοι μετ’ αὐτὸν ὡϲ ἐπὶ τὸ πλεῖϲτον τὴν ἄνοιαν λέγουϲι.)[*](698 καὶ διὰ τὴν ϲύνταξιν excidisse opinatur L. coll quaest. ep. 119.)
124

886. τὸ ἥμονεϲ δαϲυντέον· παρὰ γὰρ τὸν ἥϲω μέλλοντα ἐϲχημάτιϲται ἡ λέξιϲ· « ἥϲω γὰρ καὶ ἐγώ (ΙΙ. P515). (Cf. X 261). παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δαϲυνόμενον· «καὶ ἥμαϲιν ἔπλευ ἄριϲτοϲ (891). A.

891. ἥμαϲιν: δαϲυντέον πάλιν. A.

1. λυτο: εἰ μὲν μέϲοϲ δεύτεροϲ ἀόρϲτόϲ ἐϲτιν ἀπὸ τῶν εἰϲ μι, ὥϲπερ ἤδη ἐπίϲταται λέγων « νῦν δὲ λύμην τρὶϲ τόϲϲα πορών» (Ιl. Φ 80) καὶ «τῆϲ δ’ ἄρα κλαιούϲηϲ λύτο γούνατα », ἔκταϲιϲ ἐγένετο διὰ τὸ μέτρον εἰ δὲ παρατατικόν τινεϲ ἐκδέχονται, δύναται κρᾶϲιϲ τοῦ ἐλύετο γεγενῆϲθαι ὥϲπερ ἐπὶ τοῦ ἰχθύεϲ ἰχθῦϲ, μύεϲ μῦϲ, ῥύεϲθαι ῥῦϲθαι « πάντων ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε» (Ο 141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡϲ βέβλητο βλῆτο. A.

8. πείρων: Πάμφιλοϲ περιϲπᾷ, λέγων τὴν πρόϲθεϲιν τοῦ ι μὴ ἐξαλλάϲϲειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴϲ τὸ ῥῆμα καὶ περόωϲι. (0d.ζ 272) καὶ « περάαν μέγα λαῖτμα» ( Οd. ε 174) δῆλον ὅτι καὶ πειρῶν. ὁ μέντοι Ἀρίϲταρχοϲ βαρύνων ἀναγινώϲκει ὡϲ κείρων. φηϲὶ γοῦν οὕτω γενόμενοϲ ἐπὶ τοῦ «παννυχίη μὲν (Cod. μὴν) ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον » (Od.β 434) «τὸ πεῖρε διδάϲκει ἡμᾶϲ καὶ τὴν πείρων μετοχὴν βαρύνειν· ὡϲ γὰρ ἔκειρε κείρων οὕτωϲ ἔπειρε πείρων. εἰ γὰρ περιεϲπᾶτο ἦν ἂν ὁ παρατατικὸϲ ἐπείρα ». ἔϲτιν οὖν διττὸν τὸ ῥῆμα, καὶ τὸ μὲν ϲὺν τῷ ι οὐ περιϲπαϲθήϲεται. A.

12. δινεύεϲκ’ ἀλύων: ψιλῶϲ τὸ ἀλύων δῆλον κἀκ τῆϲ ϲυναλοιφῆϲ. A.

17. τόνδε δ’ ἔαϲκεν: ὁμοίωϲ ἀναγνωϲτέον τὸ τόνδε τῷ «τόνδε δ’ ἐγὼν ἐπιόντα (Ιl. Ε 238) καὶ «τόνδε δ’ ἐγὼ κομιῶ» (Od. o 546), λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵν’ ᾖ ἐπέκταϲιϲ ἡ διὰ τοῦ δε. A.

33. ἐγκλιτικῶϲ τὴν ὕμιν ἀναγνωϲτέον· ἔϲτι γὰρ ἀπόλυτοϲ. A.

45. οὐδέ οἱ αἰδὼϲ γίγνεται, ἥτ’ ἄνδραϲ μέγα ϲίνεται ἠδ’ ὀδύνηϲεν: τινὲϲ ἐδάϲυναν τὸ ἡ δέ, ἵνα ἡ αἰδὼϲ διττὴ ὑπάρχῃ ἡ μὲν βλάπτουϲα ἡ δὲ ὠφελοῦϲα. οὕτωϲ δὲ καὶ Εὐριπίδηϲ (Hippol. 385) ἐξεδέξατο εἰπὼν διττὰϲ εἶναι αἰδούϲ δύναιτο δ’ ἂν ἡ αὐτὴ οὖϲα πῇ μὲν ὠφέλιμοϲ εἶναι πῇ δὲ βλαβερά. A.

72. ἦ γάρ οἱ αἰεὶ μήτηρ παρμέμβλωκεν: οὐκ ἀναγκαῖον τὸ η ἄρθρον ἐκδέχεϲθαι καὶ δαϲύνειν. ἔθοϲ γὰρ αὐτῷ ἔϲθ’ ὅτε παραλείπειν [*](Ω 1 verba τῆϲ δ’ ἄρα κλαιούϲηϲ λύτο γούνατα memoriae lapsu contusa esso ex τῆϲ δ’ αὐτοῦ λύτο γούνατα δ 703 et τῆϲ δ’ ἄρα κλαιούϲηϲ ὅπα ϲύνθετο δῖοϲ Ὀδυϲϲεύϲ υ 92 videntur Lehrsio, qui in E. M. transiisse monet. 8 περάαν scripsi pro περάᾳ, οὐ περιϲπαϲθήϲεται cum Lehrsio pro περιϲπαϲθήϲεται, qui in. E. M., quo transiit, esse καὶ τὸ μὲν ϲὺν τῷ ι βαρύνεται, τὸ δὲ χωρίϲ περιϲπᾶται adnotat. 17 ὀξύνοντα pro ὀξύνων scr. L.)

125
πειν τὰ ἄρθρα· « ἀλλὰ φίλη μήτηρ» (Π. Φ 276), «μήτὴρ μέν τέ μέ φηϲι» (Οd. α 215). ϲύνδεϲμοϲ οὖν ἐϲτι βεβαιωτικόϲ· διὸ περιϲπαϲτέον. A.

74. ἀλλ’ εἴ τιϲ καλέϲειε θεῶν Θέτιν ἄϲϲον ἐμεῖο: τινὲϲ τὸ θέων ἐπὶ τοῦ τρέχων ἐξεδέξαντο, μετοχὴν παραλαμβάνοντεϲ, καὶ ἐβάρυναν. ἀπίθανον δέ· διὸ περιϲπαϲτέον· γενικὴ γάρ ἐϲτι πληθυντικὴ ὀνόματοϲ τοῦ θεόϲ. A.