Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

327. δαϲυντέον καὶ προπεριϲπαϲτέον τὸ αὗον· προείπομεν δὲ καὶ περὶ τούτου (N 441. cl. 461). A.

361. προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ ϲὺν τῷ ῑ τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐκ τοῦ μεμνέοιτο ἡγούμενοϲ αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐϲτὶν ὁ ϲχηματιϲμὸϲ καὶ προπεριϲπᾶται, ἐν Κύρου παιδείαϲ πρώτῳ (6, 3) «ἄλλ’ ὅτε τὰ ἄριϲτα πράττοι, τότε μάλιϲτα τὸν θεὸν μεμνῷτο ». τὸ δὲ ἀνάλογον διὰ τοῦ η προϲκειμένου τοῦ ῑ παρ’ Ἀριϲτοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου ». καὶ πάλιν προπεριϲπαϲτέον. ἐν ἑτέροιϲ μέντοι ἐντελῶϲ περὶ τοῦ ϲχηματιϲμοῦ διέλαβον καὶ περὶ γραφῆϲ τῆϲ κατὰ γενικήν, λέγω δὲ τῆϲ δρόμου ἢ αἰτιατικῆϲ πληθυντικῆϲ τῆϲ δρόμουϲ. A.

377. τὰϲ δὲ μετ’ οὐκ ἀναϲτρεπτέον τὴν μετά· πέπτωκε γὰρ μέϲοϲ ὁ δέ. A.

387. οἱ δέ οἱ ἐβλάφθηϲαν: ὁ Ἀϲκαλωνίτηϲ ἐκδέχεται τὸ πλῆρεϲ εἶναι ἑοί καὶ μεταλαμβάνει εἰϲ τὸ ἴδιοι, καὶ μήποτε ὑγιῶϲ. ὡϲ γάρ φαμεν οἱ ἐμοὶ ἐβλάφθηϲαν ἵπποι, οἱ ϲοὶ ἐβλάφθηϲαν, οὕτωϲ οἱ οἳ ἐβλάφθηϲαν τουτέϲτιν οἱ αὐτοῦ. τινὲϲ μέντοι εὐλαβηθέντεϲ, ὧν ἐϲτι καὶ Ἀρίϲταρχοϲ, τῷ τὴν ὅϲ ὀρθοτονουμένην ἀντωνυμίαν πολλάκιϲ εἰϲ ϲύνθετον μεταλαμβάνεϲθαι ἐγκλιτικῶϲ ἀνέγνωϲαν, οὐκ ἔτι ἐκδεχόμενοι πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλ’ ἑνικὴν δοτικὴν μονοϲύλλαβον ὁμοίωϲ τῷ «οἱ δέ οἱ ἵπποι ὑψόϲ’ ἀειρέϲθην» (500), καὶ δῆλον ὅτι δοτικὴν ἀντὶ γενικῆϲ. καὶ οὕτωϲ τὰ τῆϲ ἀναγνώϲεωϲ. A.

419. βαρυτονητέον τὸ ϲτεῖνοϲ, ἐπεὶ οὐδὲν οὐδέτερον ὄνομα εἰϲ οϲ λῆγον ὀξύνεται· οὕτωϲ εἶχε καὶ τὸ μάκροϲ παρ’ Ἀριϲτοφάνει (Av. 1131) «ὦ Πόϲειδον τοῦ μάκρουϲ» βαρυνόμενον καὶ μὴ ὁμοτονοῦν τῷ ὀξυνομένῳ ἀρϲενικῷ. ἐπίϲταται δὲ ὁ ποιητὴϲ καὶ τὴν δοτικήν· «ϲτείνει ἐν αἰνοτάτῳ » (Ιl. Θ 476). A.

420. ὁ Ἡρωδιανὸϲ ἐν τῇ ἀρχῇ τοῦ ζ΄ (sc. catholicae) διὰ τοῦ γ φηϲὶ ῥωγμόϲ. A.

422. ἁματροχιάϲ: δαϲέωϲ τὴν ἄρχουϲαν ὀξύνεται δὲ ὁμοίωϲ τῷ φυταλιάϲ. A.

440. φάμεν παρατατικόϲ ἐϲτιν ἀντὶ τοῦ ἔφαμεν. Ἰωνικῶϲ οὖν ἀναγνωϲτέον τὴν φα ϲυλλαβὴν ὀξύνονταϲ. A.

475. πολέοϲ πεδίοιο δίενται: εἴπομεν δὲ δὴ (ἤδή?) ὥϲ ἐϲτι [*](291 Τρῳούϲ cum ῑ scripsit L. 319 ἄλλοϲ pro ἄλλωϲ substituendum censuit L. 361 ef. Schol. ad Aristoph. l. c., ubi: μεμνῇτο ὡϲ Ἡρωδιανόϲ φηϲι ἐν τῇ μηρικῇ προϲῳδίᾳ. 387 τῷ τὴν ὅϲ scripsit L. pro τῷ τὴν οἷ.)

123
καὶ δίω βαρυνόμενον, ὃ ϲημαίνοι ἂν τὸ διώκω, ἔνθεν τὸ «τρὶϲ περὶ ἄϲτυ μέγα Πριάμου δίον» (Ιl. X 251) καὶ τὸ «κνώδαλον ὅττι δίοιτο» (0d. ρ 317 ), καὶ περιϲπώμενον, ἔνθεν τὸ δίημι ἐγένετο, παρ’ ὃ τὸ «ἵπποι ἀερϲίποδεϲ πολέοϲ πεδίοιο δίενται» καὶ τὸ «αὕτωϲ ἐνδίεϲαν (Π. 584). Cf. P 110 et locos ibi citatos. A.

479. πάρα γὰρ καὶ ἀμείνονεϲ ἄλλοι. τὸ πάρα ἀντὶ τοῦ πάρειϲι. διὸ τὴν πρώτην ὀξυτονητέον ὁμοίωϲ τῷ «πάρα δ’ ἀνὴρ ὃϲ καταθήϲει» (Οd. π 45). A.

485. ἐνθάδε τὸ νυν ϲυϲταλτέον διὰ τὸ μέτρον· τὸ δὲ περιδώμεθον ἐϲτὶν ἕν, ἐπεὶ δηλοῖ τὸ ϲυνθήκαϲ ποιηϲώμεθα. A.

523. Πτολεμαῖοϲ καὶ οἱ πλείουϲ δίϲκουρα ὡϲ λίπουρα. καὶ Ἀρίϲταρχοϲ δέ φηϲιν· «ὅπερ ἄνω κατὰ διάλυϲιν εἶπεν ὅϲϲα δὲ δίϲκου οὖρα (431) , τοῦτο νῦν κατὰ ϲύνθεϲιν ἐξήνεγκεν ». κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.

561. ᾧ περι χεῦμα φαεινοῦ καϲϲιτέροιο ἀμφιδεδίνηται: εἰϲὶν οἳ ἀνέϲτρεψαν τὴν περί· ὁ μέντοι Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ κατὰ παρολκὴν ἐξεδέξαντο κεῖϲθαι, διὰ τὸ ἀμφιδεδίνηται· διὸ οὐκ ἀναϲτρέφουϲιν. A.

604. νεοίη. ὡϲ ὁμοίη. οἱ μέντοι μετ’ αὐτὸν ὡϲ ἐπὶ πλεῖϲτον νεοείαν λέγουϲι. περὶ δὲ τῆϲ λέξεωϲ εἰ ὑγιῶϲ ἐϲχημάτιϲται ἐν τῷ προτατικῷ ἐζήτηϲα. ἅπαξ δὲ ἐχρήϲατο τῇ λέξει. A.

698. ἀλλοφρονέοντα: ὡϲ ϲωφρονέοντα· τὴν δὲ ϲφίϲιν ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον ἡ μετάληψιϲ. A.

703. ϲφίϲι: καὶ ταύτην τὴν ἀντωνυμίαν ὀρθοτονητέον ὁμοίωϲ τῇ προκειμένῃ. A.

718. τρίποδοϲ πέρι ποιητοῖο. ἔφαμεν περὶ τῶν τοιούτων (e. g. Β 839), πότερον δεῖ ἀναϲτρέφειν τὰϲ προθέϲειϲ μεταξὺ κειμέναϲ δύο ὀνομάτων ἢ οὔ, ὡϲ ἐπὶ τοῦ «μάχῃ ἔνι κυδιανείρῃ» (Ιl. Ζ 124), καὶ ὡϲ οἱ πλείουϲ θέλουϲι τοῖϲ ἐπιθετικοῖϲ ϲυντάϲϲειν αὐτάϲ· διὸ καὶ ὁ Ἀϲκαλωνίτηϲ ἐνθάδε οὐκ ἀναϲτρέφει. A.