Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

336. προπεριϲπαϲτέον τὸ κῆαι· ἔϲτι γὰρ ἀπαρέμφατον. A.

341. ἰάχουϲα ὡϲ φέρουϲα. V.

428. εἴρηται (v. Γ 97, Α 421, Κ 105) ὅτι τὸ νῦν ἀεὶ παρὰ τῷ ποιητῇ περιϲπᾶται, κἂν παρέλκῃ, χωρὶϲ εἰ μὴ μέτρον κωλύοι, ὡϲ ἐπὶ τοῦ «δεῦρό νυν ἢ τρίποδοϲ» (Π. ψ 485) καὶ «ἐκτελέει ὅϲα πού νυν ἐέλπεται» (Ιl. Κ 105). A.

446. ἡ περί τῷ ῥήματι ϲυντάϲϲεται· διὸ φυλακτέον τὸν τόνον. A.

467. δηριαάϲθων: τὸ δεύτερον α ἐκτατέον· τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται. A.

471. ὀνείδειον: ὡϲ τέλειον καὶ ὄρειον. οὕτωϲ γὰρ ἐκπίπτει καὶ τὰ τῆϲ παραγωγῆϲ καὶ τὰ τοῦ τόνου, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰϲ οϲ λήγοντι οὐδετέρῳ ἢ δύο ϲύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆϲ πρώτηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἀρκτικὸν τῆϲ δευτέραϲ. οἷον ἕλοϲ ἕλειοϲ· διὰ τῆϲ ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ. οὕτωϲ ὄνειδοϲ ὀνείδειοϲ. παρεφυλάξατο (sic A) δὲ τὰ δύο ϲύμφωνα διὰ τὸ Ἀργεῖοϲ καὶ τὸ ἑρκεῖοϲ, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεϲθαι ἡ παραγωγή, πελάγιοϲ, ἅγιοϲ, Θάλπιοϲ. AV.

493. πέλεια: ὡϲ Μάλεια καὶ Θάλεια· τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. ἔϲτι δὲ καὶ πελειάϲ ὀξυτόνωϲ, ἔνθεν τὸ «αἱ δὲ βάτην τρήρωϲι πελειάϲι» (Π. ε 778). καὶ ἔϲτιν ὅμοιον τῷ μαῖα καὶ μαιάϲ. A.

507. προτὶ οἷ: τὴν ἀντωνυμίαν ὀρθοτονοῦϲιν, οὐ διὰ τὴν πρόθεϲιν ἀλλ’ ὅτι εἰϲ ϲύνθετον παρελαμβάνετο. V.

539. προπαροξυτονητέον τὸ ἀμύναι, ἔϲτι γὰρ εὐκτικόν, ὅπωϲ ἀμύνειεν. οἶδα δὲ καὶ τὴν ἀλάλκοι γραφήν. A.

575. Ἀρίϲταρχόϲ τινάϲ φηϲι γράφειν κυνυλαγμόν. οὕτω καὶ Ζηνόδοτοϲ.

[*](446 quum nunc versus sit ἤτοι ἐγὼ Τρώεϲϲι πόλιν περὶ τεῖχοϲ ἔδειμα, Lehrsius suspicatur Herodianum dativum habuisse, cuius memoria in A sic servata. sit: γράφεται πόλει ὡϲ Ἀριϲτοφάνηϲ. 471 extrema pars Scholii in V sic profertur: παρῃτηϲάμεθα δύο ϲύμφωνα διὰ τὸ ἕρκοϲ ἕρκιοϲ, τὸ α διὰ τὸ πέλαγοϲ πελάγιοϲ, ἅγοϲ ἅγιοϲ τὸ γὰρ Ἀργεῖοϲ οὐκ ἀπὸ οὐδετέρου παρῆκται, ἄλλωϲ τε καὶ. ἔχει δύο ϲύμφωνα, in quo quod de Ἀργεῖοϲ dicitur, male additum esse monuit. L., qui hinc pro πάγιοϲ in recepit ἅγιοϲ probatum a Lob. ad Ai. p 119. ln initio inseruit Lehrsius verba καὶ τὰ τοῦ τόνου.)
119

καὶ Ϲτηϲίχοροϲ δὲ ἔοικεν οὕτωϲ ἀνεγνωκέναι· φηϲὶ γοῦν « ἀπειρεϲίοιο κυνυλαγμοῖο». οὐχ ὁρῶ δέ τι πλέον ἐκ τῆϲ ϲυνθέϲεωϲ. ὁ γὰρ ὑλαγμὸϲ καὶ χωρὶϲ τοῦ προϲκεῖϲθαι τὸ ὄνομα ἰδίωϲ ἐπὶ κυνῶν ἀκούεται, ὡϲ ὁ χρεμετιϲμὸϲ ἐπὶ τῶν ἵππων. ἄλλωϲ τε τὰ εἰϲ γμοϲ ῥηματικὰ μετὰ προθέϲεωϲ πέφυκε ϲυντίθεϲθαι τῆϲ αὐτῆϲ τάϲεωϲ μενούϲηϲ, μετ’ ἄλλου δὲ οὐδενόϲ, παιγμόϲ ἐμπαιγμόϲ. κηρυγμόϲ ἐκκηρυγμόϲ, καὶ τὸ ὑλαγμὸϲ οὖν παρὰ τὸ ὑλάϲϲειν γεγονὸϲ οὐ ϲυντεθήϲεται μετ’ ἄλλου μέρουϲ λόγου. ϲύνδεϲμοϲ οὖν ἐϲτιν ὁ κέν. BV.

583. τινὲϲ τὸ ἤδη χρονικὸν ἐκδέχονται καὶ παροξύνουϲιν, οὐκ εὖ. ἄμεινον γὰρ περιϲπᾶν ἐκ παραλλήλου τοῦ ϲυνδέϲμου κειμένου. A.

588. ϲὺ δ’ ἐνθάδε πότμον ἐφ’ ἕψειϲ: Νικίαϲ ἀναϲτρέφει τὴν πρόθεϲιν, οὐκ εὖ. προείπομεν δὲ περὶ τῶν τοιούτων προθέϲεων ὡϲ οὐ θέλουϲιν ἀναϲτρέφεϲθαι· καὶ ϲημειούμεθα ἀναγκαίωϲ ἀναϲτραφεῖϲαν τὴν «ϲτεῦτο γὰρ Ἡφαίϲτοιο πάρ’ οἰϲέμεν » (Ιl. Ϲ 191).

28. ἄϲτραϲιν: Ἀρίϲταρχοϲ ὡϲ πατράϲιν. ἄμεινον δὲ προπαροξύνειν, ὥϲπερ καὶ τοῖϲ πλείοϲιν ἔδοξε καὶ Φιλοξένῳ, ἵν’ αὐτῆϲ τῆϲ πτώϲεωϲ, λέγω δὲ τῆϲ δοτικῆϲ, μεταπλαϲμὸν λάβωμεν. ὅτι γὰρ κατὰ πτῶϲιν γίνονται μεταπλαϲμοὶ ἐξουϲίᾳ ποιητικῇ δεδήλωταί μοι ἐν ἑτέροιϲ. ὃν οὖν τρόπον ἡ ἐγκάτοιϲ ἔγκαϲιν ἐγένετο «ἔγκαϲι φωτόϲ» (Λ 438) καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἥ τε προβάτοιϲ πρόβαϲιν ἥ τε πετάλοιϲ πέταλϲιν, οὕτωϲ ἄϲτροιϲ ἄϲτραϲιν, ἐπειϲελθόντοϲ τοῦ α ἵνα ϲυϲτῇ ἡ λέξιϲ. A.

41. τοϲϲόνδε: πρὸ τέλουϲ ἡ ὀξεῖα. ἓν γάρ ἐϲτι μέροϲ λόγου. A.

51. τὸ ὀνομάκλυτοϲ ὡϲ τοξόκλυτοϲ· οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ. ἐν μέντοι τῇ Ὀδυϲϲείᾳ (τ 183) κατὰ παράθεϲιν ἀναγνωϲτέον «ἐμοὶ δ’ ὄνομα κλυτὸϲ Αἴθων ». ἰδίᾳ ϲυϲτῆϲαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔϲται κρεμάμενοϲ λόγοϲ. εἴπομεν δὲ ἐν τοῖϲ πρὸ τούτου βιβλίοιϲ (Ιl. Κ 109), πότε τὸ κλυτόϲ κατὰ τὸ τέλοϲ ϲυντιθέμενον φ λάϲϲει τὸν τόνον καὶ πότε ἀναδίδωϲιν. A.

59. πρὸϲ δ’ ἐμέ: οὕτωϲ ὀρθοτονητέον. A.

67. τὸ ὠμηϲταί Ἀρίϲταρχοϲ ὡϲ ἀθληταί, Τυραννίων δὲ ὡϲ κομῆται. ἔφαμεν δὲ ἐν τῇ (454) ἐντελῶϲ περὶ τῆϲ προϲῳδίαϲ ὡϲ ἐπεκράτηϲεν ἡ Ἀριϲτάρχου. A.

123. ἵκωμαι: τινὲϲ ὡϲ φιλῶμαι ἀναγινώϲκουϲιν, ἵνα τὸ ἱκετεύϲω ϲημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάϲϲειν τὸν τόνον· καὶ γὰρ βαρυνόμενον ταὐτὸν ὑπιϲχνεῖται καὶ ἀκόλουθόν ἐϲτι μέϲῳ δευτέρῳ ἀορίϲτῳ ὁριϲτικῷ τῷ «τὴν ἱκόμην φεύγων » (Ιl. Ξ 260). ὡϲ οὖν ἐλιπόμην λίπωμαι οὕτωϲ ἱκόμην ἵκωμαι. A.

246. περιϲπαϲτέον τὸν ἦ ϲύνδεϲμον· ἀδύνατον γὰρ τῷ ἤ ϲυνδέϲμῳ ἑπόμενον αὐτὸν ὀξύνεϲθαι. A.

120

261. ϲυνἡμοϲύναϲ: δαϲυντέον. ϲημαίνει δὲ τὰϲ ϲυνθήκαϲ ἀπὸ τοῦ εἰϲ ταὐτὸν ἀφεῖναι τὰ τῆϲ διανοίαϲ παρὰ τὸν ἥϲω οὖν ἥμῶν τί ἐϲτι καὶ ἥμονοϲ ἡ γενικὴ (cf. ψ 886), παρ’ ἣν τὸ ἡμοϲύνη. οὕτωϲ δὲ εἶχε καὶ μεθημοϲύνη (Ν 108. 121). A.