Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

110. ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ θάνατοϲ καὶ μοῖρα κραταιή: Ἀρίϲταρχόϲ φηϲι τὴν ἐπί ἀναϲτρέψαι, ἵνα ϲημαίνῃ τὸ ἔπεϲτιν, ὁμοίωϲ τῷ «ϲοὶ (Cod. ϲῷ) δ’ ἔπι μὲν μορφὴ ἐπέων » (Οd. λ 367). οἱ δ’ ἐφύλαξαν τὸν τόνον τῇ ἐμοί ἀντωνυμίᾳ ϲυντάϲϲοντεϲ αὐτήν, ὥϲτε τὸ ἑξῆϲ εἶναι ἀλλὰ καὶ ἐπ’ ἐμοί. καὶ οὕτωϲ ἔχει τὰ τῆϲ ἀναγνώϲεωϲ. A.

123. ἀκηδέεϲ. ὡϲ εὐϲεβέεϲ, ἵνα αὐτοὶ οἱ ἰχθύεϲ ἔχωϲι τὸ ἐπίθετον, τουτέϲτι μηδεμίαν φροντίδα ἔχοντεϲ. A.

141. Πηλεγόνοϲ. ὡϲ Ϲαρπηδόνοϲ. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐπεί, φηϲίν, ἡ εὐθεῖα ὀξύνεται, Πηλεγών. τὸ δὲ τοιοῦτον οὕπω ἐχυρόν, ἐπεί τοι ἐπιζητήϲει τιϲ διὰ τί γὰρ ἡ εὐθεῖα οὐ βαρύνεται ἄμεινον οὖν οὕτωϲ λέγειν, ὡϲ ἐϲ τῆϲ κλίϲεωϲ πολλάκιϲ καταλαμβανόμεθα τοὺϲ τόνουϲ τῶν εὐθειῶν. τὰ δὲ εἰϲ γων λήγοντα ἀρϲενικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ τότε μὲν θέλει ὀξύνεϲθαι ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ βαρύνεϲθαι ὁπότε διὰ τοῦ ω ἢ διὰ τοῦ ντ. τοῦ μὲν οὖν προτέρου Παφλαγόνοϲ, Λαιϲτρυγόνοϲ, Πηλαγόνοϲ «Πηλαγόνων ἐλατῆρα» (Callimachi, v. Et.M.s. v. cl. Steph. Βyz.s. Πηλαγονία), ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ ϲυμμάχου ἀρϲενικῶϲ, «ἀρηγόνοϲ ἡμετέροιο» («ignoti poetae» Lob. Ai. p. 166). οὕτωϲ οὖν καὶ τὸ Πηλεγών ὀξυτονηθήϲεται Πηλεγόνοϲ γάρ, καὶ Πηλεγόνα ἡ αἰτιατική, «ὃϲ τέκε Πηλεγόνα» (v. 159). τὰ δὲ ἄλλωϲ κλιθέντα βαρύνεται, Οὐκαλέγων, Πελάγων (e. g. Δ 295), Ϲαλάγγων, «μέϲφα Ϲαλάγγωνοϲ ποταμοῦ» (Apollon. Rhod. IV 337). τὸ δὲ καταπύγων βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν εἶχεν ἀφορμὴν τὸ παρώνυμον εἶναι τοῦ κατάπυγοϲ, ὡϲ καὶ τοῦ ἄπειροϲ τὸ ἀπείρων. A.

142. ὀξυτονητέον τὸ Ἀκεϲϲαμενόϲ, ἵνα ὄνομα γένηται· οὕτωϲ δὲ ἔχει καὶ Δεξαμενόϲ, Τιϲαμενόϲ. B.

155. δολιχεγχέαϲ: ὡϲ εὐειδέαϲ· παραιτητέον γὰρ τοὺϲ ἄλλωϲ ἀναγινώϲκονταϲ. A.