Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

292. ἀπὸ ἧϲ ἀλόχοιο: τινὲϲ ἀνέγνωϲαν ἄπο ἧϲ ἀλόχοιο κατὰ ἀναϲτροφήν, ἵνα ϲημαίνηται τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεϲθαι τῇ κατειθιϲμένῃ ἀναγνώϲει· ϲυντέτακται γὰρ τῇ γενικῇ. A.

312. ὑποπεπτηῶτεϲ: δύναται κἂν ἀναϲτρέφεϲθαι. πιθανώτερον δὲ ϲυντάϲϲειν τῇ μετοχῇ τὴν πρόθεϲιν διὰ τὴν ἔμφαϲιν. A.

[*](262 ἀποφέρεται pro ἐπιφέρεται et καθάπερ pro καίπερ scr. L. 269 verbis ϲημαίνοντα μέροϲ ϲωματικὸν signifcari ἄρνειοϲ, ἄμνειοϲ monet Lehrs collat. Choer. Orth. 174.)
34

316. ἀμφιαχυῖαν: μετοχή ἐϲτι διὸ προπεριϲπαϲτέον. ϲημειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι ϲυνεϲτάλη τὸ ι. A.

339. οὕτωϲ ϲυνθεϲίαι τε ὡϲ θυϲίαι τε. ὅϲοι δὲ προπαροξύνουϲι, πταίουϲι· τῆϲ γὰρ μεταγενεϲτέραϲ Ἀτθίδοϲ ἡ τοιᾶδε ἀνάγνωϲιϲ. A.

346. τοῦϲδε: ἕν ἐϲτι τὸ τοῦϲδε. διὸ προπεριϲπαϲτέον. A.

368. ἦ: Πτολεμαῖοϲ περιϲπᾷ τὸν η, διαπορητικὸν εκδεχόμενοϲ. εἰϲὶ δὲ οἳ ὀξύνουϲιν, ὥϲπερ καὶ οἱ περὶ τὸν Ἀλεξίωνα, ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν ἤ. A.

393. ἄρκιον ἐϲϲεῖται: προπεριϲπαϲτέον τὸ ἐϲϲεῖται· οὐ γὰρ παροξυντέον, ὥϲ τινεϲ, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆϲιϲ τῶν τοιούτων παρὰ Ἀττικοῖϲ. A.

427. μῆῤ ἐκάη: Πτολεμαῖοϲ ἀπὸ τοῦ κ τὴν ἀρχὴν ποιεῖται, μῆρε παραλαμβάνων, εἶτα κάη, ἵνα φηϲὶν ἰωνικώτερον γένηται. τοῦτο δὲ οὐ ϲυνεκτικόν, ὥϲπερ εἶπον ἐντελῶϲ, ὁπότε διέλαβον ἐπὶ τοῦ «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿  ἔκηα» (Il. Α 40), εἴγε ἤδη οἶδε καὶ τὰ μῆρα «μῆρα δὲ κείαντεϲ» (Od. ν 26). A.

495. Κλονίοϲ: παροξύνεται, ἐπεὶ τὰ εἰϲ οϲ λήγοντα τῷ ι παραληγόμενα, τριβράχεα, ἐπὶ κυρίων παροξύνεται, Ϲχεδίοϲ Χρομίοϲ Δολίοϲ, ἀντιπίπτει τὸ Ἅλιοϲ κατὰ τὴν παράδοϲιν, καὶ τὸ Ἄνιοϲ καὶ Κρόνιοϲ καὶ Ξένιοϲ. BL.

496. Αὐλίδα: ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ ἡ ἀνάγνωϲιϲ καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι «Αὖλίν τ’ ἔϲφαγον» (fr. CXXIX Mein.) αἰτιατικὴ ἀπὸ εὐθείαϲ βαρυνομένηϲ γέγονεν. ἡ γὰρ εἰϲ ιν κατάληξιϲ ἀπὸ βαρυτόνων ἐϲτίν, ἡ δὲ εἰϲ δα καὶ βαρυτόνων καὶ ὀξυτόνων. A.

498. Θέϲπειαν: ἐκτετάϲθαι φαϲὶ διὰ τὸ μέτρον (sine dubio Θέϲπιαν scribentes). τὸ γὰρ τῆϲ ἱϲτορίαϲ ἐν ϲυϲτολῇ τέ ἐϲτι πληθυντικῶϲ τε λεγόμενον. ἴϲωϲ οὖν ὅλον ποιητικόν ἐϲτιν· ϲύνηθεϲ γὰρ αὐτῷ πολλάκιϲ τὰ πληθυντικῶϲ λεγόμενα καὶ ἑνικῶϲ προφέρεϲθαι, «καὶ εὐρυάγυιαν Ἀθήνην» (Od. η 80), «πολυχρύϲοιο Μυκήνηϲ» (Il. 180). καὶ. ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶϲ· «ἐκ μὲν Κρητάων γένοϲ εὔχομαι» (Od. ξ 199). ταῦτα ἐν τῇ προϲῳδίᾳ ὁ Ἡρωδιανόϲ. ἐν μέντοι τῷ ια΄ τῆϲ καθολικῆϲ προϲῳδίαϲ ἐν τοῖϲ προπαροξυτόνοιϲ καὶ ἔχουϲι πρὸ τέλουϲ τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν παρατίθηϲι, καὶ ἀλλαχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶϲ καὶ ἐπιφέρει ὅτι καὶ Θεϲπιά ὀξυτόνωϲ λέγεται. A.

504. Γλιϲᾶντα: ἡ ϲυνήθεια προπεριϲπᾶ τὸ ὄνομα, ἡ δὲ ἱϲτορία προπαροξύνει. BL.

[*](339 L. cft. Ε 54 et Arc. 133, 9. 346 hoc longioris annotationis fragmentum esse patere ex Λ 409 monet L. 393 haec sic scripsisse Herodianum arbitratur Lehrsius: προτεριϲπαϲτέον τὸ ἐϲϲεῖται· οὐ γὰρ προπαροξυτόνωϲ, ὥϲ τινεϲ. ἐπεὶ Δώριον. ἤδη γὰρ πολλὴ χρῆϲιϲ τῶν τοιούτων παρὰ Ἀττικοῖϲ. 427 οἶδε καὶ pro οἱ δ᾿  ἐκάη scripsit L. 498 cf. Pros. Cath. p. 280,18. 504 προπαροξύνει pro περιϲπᾷ scr. L.)
35

518. Ἰφίτου: τὴν μέϲην ϲυλλαβὴν ἐκτείνομεν τοῦ Ἰφίτου διὰ τὸ μέτρον. ἐν ἑτέροιϲ γοῦν φυλάϲϲομεν τὸν χρόνον «Ἴφιτοϲ Εὐρυτίδηϲ» (Od. φ 14). A.

521. Ὑάμπολιϲ: οὕτωϲ ἀνεγνώϲθη ὡϲ φιλόπολιϲ. ἓν γάρ ἐϲτιν· ἱϲτοροῦϲι δὲ τοὺϲ ἐγχωρίουϲ καὶ ϲὺν τῷ ϲ λέγοιν Ὑϲάμπολιν. A.

523. πηγῇϲ ἔπι Κηφιϲοῖο: Πτολεμαῖοϲ ἀναϲτρέφει καὶ Πάμφιλοϲ. Ἀλεξίων ϲυντάϲϲει τῇ γενικῇ τὴν πρόθεϲιν καὶ οὐκ ἀναϲτρέφει. Ἀρίϲταρχοϲ δὲ τοῖϲ κυριωτέροιϲ ϲυνέταϲϲε τὰϲ προθέϲειϲ. A.

533. Excidit Herodiani nota de accentu vocis Θρόνιον v. B 648.

557. δυοκαίδεκα: Πάμφιλοϲ τρία ποιεῖ καὶ κατὰ παράθεϲιν ἀναγινώϲκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ ϲύνθεϲιν ἀνάγνωϲιϲ τὴν ποιητικὴν χρῆϲιν, ἥτιϲ τὰ κατὰ παράθεϲιν πολλάκιϲ ἑνοῖ, ὡϲ τὸ παϲιμέλουϲα (Od. μ 70) καὶ τὰ τοιαῦτα. A.

585. Οἴτυλον: ὡϲ δάκτυλον. ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆϲ οι διφθόγγου. κακῶϲ δὲ Τυραννίων οἰόμενοϲ ἄρθρον εἶναι τὸ οι ’καὶ παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱϲτορίαν, εἴ γε οὕτωϲ φηϲὶ καὶ Φερεκύδηϲ· «τοῦ δὲ γίνεται Ἀμφάναξ, τοῦ δ᾿ Οἴτυλο?? ἀφ᾿  οὗ ἡ πόλιϲ ἡ ἐν Ϲπάρτῃ καλεῖται». τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ προϲῳδίᾳ τῷ Ἡρωδιανῷ περὶ τῆϲ ἀναγνώϲεωϲ τῆϲ Τυραννίωνοϲ. A.

592. ἐΰκτιτον Αἰπύ: Ἀρίϲταρχοϲ ὡϲ ὀξύ ϲυγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωροϲ. Φερεκύδηϲ δὲ ὁ Ἀθηναῖοϲ τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲϲ τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοιϲ (Il. Λ 711) εἴρηκεν «ἔϲτι δέ τιϲ Θρυόεϲϲα πόλιϲ, αἰπεῖα κολώνη» ὃ νῦν εἴρηκεν Αἰπύ, καὶ ὡϲ ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖοϲ δέ φηϲι μὲν κύριον εἶνι τὸ Αἰπύ, οὐ μὴν ϲυγκατατίθεται τῷ τόνῳ, φάϲκων ὡϲ ὅτι πολλαὶ πόλειϲ ὁμοφωνοῦϲι προϲηγορικοῖϲ, Ἕλοϲ, Αἰγιαλόϲ. χρὴ μέντοι γινώϲκειν, ὅτι ἀναλογωτέρα ἀνάγνωϲιϲ ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰϲ υ μονογενῆ οὐδέτερα βαρύνεται, πῶϋ, μέθυ. ταῦτα ἐν τῇ προϲῳδίᾳ. καὶ ἐν τῇ καθόλου δὲ ὁμοίωϲ ἀμφίβολον αὐτὸ ἐᾶ. ἐν μέντοι τῇ Ζ (422) τῆϲ Ἰλιάδοϲ διαλαμβάνων περὶ τοῦ ἰῷ «οἳ μὲν πάντεϲ ἰῷ κίον ἤματι φανερῶϲ λέγει, ὅτι Ἀρίϲταρχοϲ ὀξύνει τὸ Αἰπύ καὶ ἐπείϲθη αὐτῷ ἡ πλείων χρῆϲιϲ. A.

599. πηρόν ὡϲ χρηϲτόν κατ᾿  ὀξεῖαν τάϲιν παρὰ τῷ ποιητῇ· παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ πῆρον ὡϲ λῆρον. ὑγιεϲτέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ, ἐπεὶ τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα, εἰ ἔχοι τὴν πρώτην ϲυλλαβὴν ἔχουϲαν τὸ π καὶ τὸ η ὀξύνονται, οἷον πηόϲ, πηλόϲ. οὕτωϲ καὶ πηρόϲ. A.