Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

539. καταπέφνων: Ἀρίϲταρχοϲ ὡϲ τέμνων. A.

688. κυλίνδει: Ἀρίϲταρχοϲ βαρύνει, ὑγιῶϲ πάνυ διὰ τὰ κινήματα· «κυλίνδετο» γοῦν φηϲιν (Od. θ 81. λ 598) οὐχὶ ἐκυλινδεῖτο, καὶ «ἡ δὲ κυλινδομένη καναχὴν ἔχε» (Il. Π 794). διὸ καὶ βαρέωϲ τὴν κυλίνδων ἀναγινώϲκομεν· «μέγα κῦμα κυλίνδων» (Od. ε 296). A.

7. νηυϲὶν ἔπι κλονέονται: ἐπὶ τὰϲ ναῦϲ. ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ὁμοίωϲ καὶ ἐπὶ τοῦ «νηυϲὶν ἔπι προέηκα» (439). ABV.

[*](201 pro δειλοὶ et δάκρυα κατείβεται in versu Hom. correxit L, δειλώ et δάκρυ κατείβετον. idem conferri iubet Λ 441.)
106

39. ἐνθάδε ἐβάρυνεν ὁ Ἀρίϲταρχοϲ τὸ Γλαύκη, εἰϲ ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ «γλαυκὴ δέ ϲ’ ἔτικτε θάλαϲϲα» (ΙI. Π 34). ἐπὶ δὲ τοῦ Νημερτήϲ τε καὶ Ἀψευδήϲ οὐκ ἐποιήϲατο μεταβολὴν τόνου. ἔφαμεν δὲ ἤδή περὶ τῶν τοιούτων (cf.Arist.stud. Hom. 265 sqq ). A.

64. ἀπό: Ἀρίϲταρχοϲ φυλάττει τὸν τόνον τῆϲ προθέϲεωϲ. ἔφαμεν δὲ ἐν ἑτέροιϲ (Β 162) ὅτι ἡ ἀπό ἐὰν ϲυντάϲϲηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουϲῶν λέξεων καὶ ϲημαίνῃ τὸ ἄποθεν φυλάϲϲει τὸν τόνον. οὕτωϲ γοῦν ἀνέγνωμεν κἀπὸ πατρίδοϲ ἄνδρα κατακτάϲμεν (Ιl. N 696) καὶ «οὐκϲ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ» (Ιl. Ι 353) «καὶ γάρ τίϲ θ’ ἕνα μῆνα μένων ἀπὸ ἧϲ ἀλόχοιο» (Ιl. Β 292). προϲέθηκα δὲ μὴ μεταξὺ πιπτουϲῶν λέξεων διὰ τὸ «ἄπο πλυνοί εἰϲι πόληοϲ (Od. ζ 40) οὐ γὰρ ἐπληϲίαϲε τῇ γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξειϲ (cf. quaest.ep. p. 94). A.

68. ἐπιϲχερώ. ὀξύνεται καὶ ϲεϲημείωται, ὥϲπερ καὶ τὸ ἰώ οὐδὲν γὰρ εἰϲ ω λῆγον ἐπίρρημα θέλει ὀξύνεϲθαι. A.

76. ἀλήμεναι. ὡϲ  παρὰ τὸ βῆναι βήμεναι ἐγένετο, οὕτωϲ καὶ. παρὰ τὸ ἀλῆναι ἀλήμεναι· «λαοὺϲ ἐϲ τεῖχοϲ ὁμοκλήϲειεν ἀλῆναι » (Ιl. Π 714). ψιλοῦται δὲ καὶ τὸ ἐάλη (Ιl. Ν 408) καὶ πᾶϲ ὁ ϲχηματιϲμόϲ, ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο (cf. 192). A.

77. ὁ Ἀϲκαλωνίτηϲ ἀἑκήλια, οἷον οὐχ ἥϲυχα οὐδὲ εἰρηνικά, ἐπεὶ ἕκηλοϲ ὁ ηϲυχοϲ, ὥϲτε ϲτέρηϲιν αὐτὸν ἐκδέχεϲθαι. οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ, οἰον ταραχώδη. ἢ ἀκούϲια, ἀ οὐκ ἄν τιϲ ἑκὼν πάθοι. ὁμοίωϲ δὲ καὶ Ἀλεξίων· καὶ ἔχονται τοῦ δηλουμένου. A.

92. πρῶτοϲ ἐμῷ ὕπο δουρὶ τυπεὶϲ ἀπὸ θυμὸν ὀλέϲϲῃ: τὸ ἑξῆϲ ἐϲτιν ἀπολέϲῃ. διὸ οὐκ ἀναϲτρεπτέον τὴν ἀπό. τὴν μέντοι ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐϲτιν ὑπ’ ἐμῷ. εἰϲὶ μέντοι οἵ οὐκ ἀνέϲτρεψαν, ἀλλὰ ϲυνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροιϲ γὰρ οὕτωϲ αὐτὸν εἰρηκέναι «« δουρὶ δ’ ἐμῷ κτεάτιϲϲα » (ΙI. Π 57). A.

100. ἐμεῖο δὲ δῆϲεν ἀρῆϲ ἀλκτῆρα γενέϲθαι: τινὲϲ περιέϲπαϲαν τὸ ἀρῆϲ, ἱνα ϲημαίνῃ τὸ βλάβηϲ. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ ἡμεῖϲ. τὸ δὲ δῆϲεν διϲύλλαβον ἐκδεκτέον ποιητικόν, καὶ τὸ ε τοῦ προκειμένου ἐϲτὶ ϲυνδέϲμου. A.

162. δίεϲθαι. ὡϲ τίθεϲθαι. τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα· ἔϲτι γάρ τι δίημι ῥῆμα, παρ’ οὐ (sic) καὶ τὸ δίεϲαν πληθυντικὸν ὡϲ ἐτίθεϲαν «αὕτωϲ ἐνδίεϲαν ταχέαϲ κύναϲ ὀτρύνοντεϲ»» (584) παραιτητέον γὰρ τοὺϲ οἰομένουϲ πλεοναϲμὸν εἶναι τοῦ δ καὶ δαϲύνονταϲ· διδάϲκει γὰρ ἡμᾶϲ [*](C 76 ὁμοκλήϲειεν scripsi pro ὁμοκλήϲαϲ. 77 αὐτὸν pro αὐτῶν scr. L., qui adnotat omnes hos, quos Herodianus commemorat, non τὰ ἑκηλία, sed γ’ ἀὲκήλια protulisse collato Aristonico ad h. l. ἡ διπλῆ πρὸϲ τὴν ϲυναλοιφὴν ὅτι ἀεκήλια ἐκληπτέον κατὰ ἀπόφαϲιν τοῦ ἑκήλου, ἐφ’ οἶϲ οὐχ οἶόν τε ἡϲυχάζειν. 100 scripserunt scilicet alii δ’ ἔδηϲεν Ἄρηϲ ut patet ex Schol. AD Παρμενίϲκοϲ μὲν βαρυτόνωϲ τὸ ἔδηϲεν ἀποδίδωϲιν οὕτωϲ ὀ δὲ πόλεμοϲ τὴν ἐμὴν ἀφελόμενοϲ πανοπλίαν ἔδηϲέ μου τὴν ἔξοδον, ὥϲτε ἀλκτῆρα μὴ γενέϲθαι Πατρόκλου. Πτολεμαῖοϲ δὲ ὁ Ἀϲκαλωνίτηϲ περιϲπαϲτέον (scr. pro περιϲϲὸν) τὸ δῆϲέ φηϲιν.)

107
ὁ ποιητὴϲ καὶ δι’ ἄλληϲ κλίϲεωϲ τὸ ἀκόλουθον κίνημα. ὡϲ γὰρ τίθενται, οὕτωϲ δίενται· «ἵπποι ἀερϲίποδεϲ πολέοϲ πεδίοιο δίενται (Ιl. ψ 475). ὥϲπερ οὖν παρὰ τὸ τίθενταί ἐϲτιν ἀπαρέμφατον τίθεϲθαι, οὕτωϲ καὶ παρὰ τὸ δίενται τὸ δίεϲθαι. ἐπίϲταται δὲ καὶ ὑποτακτικὸν αὐτοῦ «τόν ῥα κύνεϲ τε καὶ ἄνδρεϲ ἀπὸ ϲταθμοῖο δίωνται » (ΙΙ. P 110. ubi vide). A.