Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

75. ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆϲ ἐϲτιν ἀπαμῦναι διὸ οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.

[*](57 pro Πολυνίκηϲ ἁλλὰ πολυνικὴϲ διελένα Lehrsius Πολυνείκηϲ — ἀλλὰ πολυνεικὴϲ δῖ᾿ Ἑλένα (hoc cum Hermanno, Lobeck Parall. p. 180 Δυϲελένα) scripsit. et δῷϲι πόλιν Τροΐην pro δῶϲι πόλιν Τροίην.)
100

85. τὸ οἱ ἄρθρον ἐϲτὶ πληθυντικόν διὸ ἐν τῇ ϲυντάξει ἐγκλιτέον. A.

87. τὸ αὖ περιϲπαϲτέον· δύο γάρ ἐϲτιν, αὖ καὶ τοί. A.

88. ἀρέϲθαι: παροξυτονητέον ἔϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. A.

90. ὁ Ἀϲκαλωνίτηϲ ἀπόλυτον καὶ μονοϲύλλαβον ἐξεδέξατο τὴν μέ ἀντωνυμίαν· διὸ καὶ ἐγκλιτικῶϲ ἀνέγνω· οὐ γὰρ πρὸϲ ἕτερον πρόϲωπόν ἐϲτιν αὐτῷ ἡ διαϲτολή. καὶ οὕτωϲ ἔχει ἡ ἀμείνων ἀνάγνωϲιϲ· κεῖται γὰρ καὶ ὁ δέ ἀντὶ τοῦ γάρ. A.

95. Νικίαϲ ὑφ᾿ ἓν ἀνέγνω παλιντροπάαϲθαι, Ἀπολλόδωροϲ δὲ κατὰ διάλυϲιν. ἔφαμεν δὲ περὶ τῆϲ τοῦ πάλιν ϲυνθέϲεωϲ, ὁπότε καὶ περὶ τοῦ παλιμπλαγχθένταϲ διελαμβάνομεν (Il. Α 59), ὡϲ ὅτι τὸ πάλιν ἀεὶ θέλει τοῖϲ ῥήμαϲι κατὰ διάλυϲιν προϲγίνεϲθαι. A.

99. ἐκδύμεν: παροξυτονητέον· τὸ γὰρ πλῆρέϲ ἐϲτιν ἐκδύμεναι, ὁμοίωϲ τῷ «θοῶϲ ζευγνύμεν ἄνωγεν» (145). καὶ δῆλον ὅτι λείπει τὸ γένοιτο. A.

117. κόλον: οὕτωϲ ὡϲ λόγον ὁ Ἀϲκαλωνίτηϲ. κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.

123. τῆϲ δ᾿ αἶψα κατ᾿ ἀϲβέϲτη κέχυται φλόξ. Ἀρίϲταρχοϲ κατὰ βαρεῖαν τάϲιν ἀϲβέϲτη, παρώνυμον ἐκδεχόμενοϲ τοῦ «ἄϲβεϲτοϲ δ᾿ ἄῤ ἐνῶρτο γέλωϲ» (Od. θ 326), ὑγιῶϲ πάνυ· οὕτωϲ γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφαϲιϲ τοῦ δηλουμένου, καὶ πολὺϲ ὁ τοιοῦτοϲ ϲχηματιϲμὸϲ Ὁμηρικόϲ. A.

149. παροξυτονητέον τὸ Βαλίον. καὶ εἴρηται περὶ τῶν τοιούτων (Β 495). A.

150. Ποδάργη: εἴτε ϲύνθετόν ἐϲτιν εἴτε παραϲύνθετον, παροξυτονητέον εἰϲ ἰδιότητα. A.

173. ϲτιχόϲ ὡϲ τριχόϲ, ἀπ᾿ εὐθείαϲ τῆϲ ϲτίξ. τὸ δὲ ἰῆϲ περιϲπῶϲιν, καὶ τὸ «ἰῇ ἐν νυκτὶ γένοντο» (Il. Ϲ 251), οὐκ ἀκολούθωϲ εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· «οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ οὐδ᾿ ἴα γῆρυϲ» (Il. Δ 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ (Ζ 422). A.

177. υἷι: διὰ τοῦ ι μόνου γράφεται ἡ τελευταία ϲυλλαβή. διὸ προπεριϲπαϲτέον ὁμοίωϲ τῷ «Νηληΐῳ υἷι ἐοικώϲ» (Il. Β 20). εἰ μέντοι διὰ τῆϲ ει διφθόγγου ἐγράφετο ὁ τελευταία, περιεϲπᾶτο, ἀπ᾿ εὐθείαϲ οὖϲα τῆϲ υἱεύϲ. ὁμοίωϲ τῷ «υἱεῖ ἐμ᾿ ὠκυμόρῳ» (imo ἐμωκυμόρῳ. Il. Ϲ 458). A.

185. Ἀρίϲταρχοϲ προπαροξύνει ἀκάκητα οἱ δὲ ἄλλοι ἀναλογίᾳ πειθόμενοι προπεριϲπῶϲιν. ἐπείϲθη δὲ ἡ παράδοϲιϲ. A.

207. ταῦτα μ᾿ ἀγειράμενοι θάμ᾿ ἐβάζετε: ἐπὶ τὴν τᾱ ϲυλλαβὴν ὀξεῖα· ἐγκλιτικὴ γάρ ἐϲτιν ἡ μέ· ταῦτά με ἀγειρόμενοι. οὕτω [*](85 pro ἐϲτίν ἐγκλιτικόν L. scr. ἐϲτὶ πληθυντικόν. 123 οὕτωϲ pro οὐ scr. L.)

101
καὶ Ἀρίϲταρχοϲ. ὁ μέντοι Κρατήτειοϲ Ἑρμείαϲ τὸ ἅμα λέγει ἐγκεῖϲθαι. οὕτω δὲ δώϲει καὶ διὰ τοῦ θ τὴν γραφήν, οὐκ ἔχουϲαν οὕτωϲ. A.

211. ἄρθεν: Ἀρίϲταρχοϲ δαϲύνει. δεῖ δὲ ψιλοῦν, ὡϲ ἐπεδείξαμεν ἐν τῇ Α ῥαψῳδίᾳ (136), διαλαμβάνοντεϲ περὶ τοῦ «ἄρϲαντεϲ κατὰ θυμόν». A.

224. οὔλων ὡϲ δούλων· προείρηται δὲ ἡμῖν τὰ τῆϲ ἀναλογίαϲ (Κ 134). A.

234. ὀξύνεται τὸ ὄνομα τὰ γὰρ εἰϲ λοϲ ἑτέρῳ λ παραληγόμενα, οὗ τὸ ᾱ μὴ προηγεῖται, ὀξύνεται. κιλλόϲ εἶδοϲ χρώματοϲ, ἐν Ϲτεφανοπώλιϲιν Εὐβούλου «εὔχρων τι κιλλὸν μανθάνειϲ θερίϲτριον», πολλόϲ, κυλλόϲ, Ἑλλόϲ ἢ Ϲελλόϲ, «ἀμφὶ δὲ Ϲελλοί», ϲκελλόϲ, φελλόϲ τὸ προϲηγορικόν (cf. περὶ μον. 11, 23). τὸ δὲ Γάλλοϲ καὶ ἄλλοϲ τὸ α ἔχει πρὸ τοῦ λ. ἔτι δὲ τὸ ἄλλοϲ καὶ ὡϲ ἐπιμεριζόμενον βαρύνεται. A.

245. ἐγώ περ ἴω: βαρέωϲ τὸ ἴω ῥῆμα διϲύλλαβον· ὁ γὰρ πέρ ϲύνδεϲμοϲ. A.

248. τεύχεϲί τε ξὺν πᾶϲι καὶ ἀγχεμάχοιϲ ἑτάροιϲιν· κατὰ παράθεϲιν ἐδεξάμεθα ἐνθάδε τὴν ϲύν πρόθεϲιν διὰ τὴν διαϲτολὴν τὴν πρὸϲ τοὺϲ ἑταίρουϲ. διὸ προπεριϲπᾶται τὸ πᾶϲι, ϲὺν τεύχεϲι πᾶϲι καὶ τοῖϲ ἑταίροιϲ. ἔϲτι μέντοι καὶ ϲύνθετόν ποτε, καὶ τρίτη ἀπὸ τέλουϲ ἔϲται ἡ ὀξεῖα ἀπ᾿ εὐθείαϲ τῆϲ ϲύμπαντεϲ καὶ αἰτιατικῆϲ τῆϲ «ϲύμπανταϲ τοῖϲ δ᾿ οὔτι δυνήϲεαι ἀχνύμενοϲ» (Α 241). καὶ οὕτωϲ ἀνεγνώϲθη τὸ «ϲύμπαϲι Πυλίοιϲι» (Od. γ 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ τοῦ μ ἐϲτί, ἐπεὶ κατὰ ϲύνθεϲιν, ἐν δὲ τῷ « τεύχεϲί τε ξὺν πᾶϲι» φυλάξει τὸ μ ἑαυτῆϲ ἡ πρόθεϲιϲ διὰ τὴν παράθεϲιν. A.