Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

209. ὁμῇ: περιϲπαϲτέον κατὰ δοτικὴν πτῶϲιν, ὁμοίωϲ ἐπιθετικῷ τῷ θερμῇ· καὶ γὰρ ὁμόϲ αὐτοῦ τὸ ἀρϲενικὸν ὁμοίωϲ κατ’ ὀξεῖαν τάϲιν «οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ» (Il. Δ 437)· καὶ τὸ οὐδέτερον «ἦ μὰν ἀμφοτέροιϲιν ὁμὸν γένοϲ» (Il. Ν 354). παράκειταί τε τὸ ἐπίρρημα τὸ εἰϲ ωϲ λῆγον περιϲπώμενον ὡϲ θερμῶϲ· «ὁμῶϲ δέ τοι ἤπια οἶδεν (Od. ν 405). A.

226. ἀλλὰ τόδ᾿ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ οἷ αὐτῷ ἔπλετο: οἶ αὐτῷ: ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ ἐγκλιτικῶϲ ἀναγινώϲκειν, ἐπεὶ ἀπὸ προϲώπου ἐπὶ πρόϲωπον ἡ ἀναφορὰ καὶ εἰϲ ἁπλῆν ἡ μετάληψιϲ· ἀντὶ γὰρ τῆϲ αὐτῷ διϲυλλάβου. ἄμεινον δὲ πείθεϲθαι τοῖϲ περιϲπῶϲι διὰ τὸ ἤδη διαϲτολὴν γεγενῆϲθαι διὰ τῆϲ ἐμοί· τὸ γὰρ ἑξῆϲ τοιοῦτόν ἐϲτιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο, ὥϲτε ἀπὸ κοινοῦ λαμβάνεϲθαι τὸ ἔπλετο ῥῆμα. ὁμοίωϲ δὲ καὶ ἐπ’ ἐκείνου κατ’ ὀρθὸν τόνον ἀνέγνωμεν [*](142 pro ὀλώλῃ L. correxit ὄλωλε.)

94
τὴν οἶ· «Μέντορ μή ϲ’ ἐπέεϲϲι παραιπεπίθῃϲιν Ὀδυϲϲεὺϲ μνηϲτήρεϲϲι μάχεϲθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ» (Od. χ 213)· καὶ τὸ ἑξῆϲ ἐϲτὶ τοιοῦτον, μὴ πειϲάτω ϲε Ὀδυϲϲεὺϲ ἡμῖν μάχεϲθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἶ ὁπότε προηγεῖται τῆϲ αὐτόϲ ἀντωνυμίαϲ κατὰ δοτικὴν πτῶϲιν, ὀρθοτονεῖϲθαι θέλει, εἴτε εἰϲ ἁπλῆν εἴη ἡ μετάληψιϲ εἴτε καὶ εἰϲ ϲύνθετον. διὸ μεμπτέον ἐκείνην τὴν ἀνάγνωϲιν «ἀλλά οἱ αὐτῷ Ζεὺϲ ὀλέϲϲῃ» (Od. δ 667)· ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαϲτολὴν κατ’ ὀρθὸν τόνον ἀναγινώϲκεϲθαι. A.

241. κατ’ ὀρθὸν τόνον ἀναγνωϲτέον, ἀμφὶ ἓ γινώϲκων· ἔϲτι γὰρ εἰϲ ἑκάτερον ἑαυτοῦ μέροϲ ϲκοπῶν. A.

245. δαϲυντέον τὸ ἧϲαι· προείρηται δὲ περὶ τούτου (v. Ζ 336, Ο 10). τὸ δὲ ὀλιγηπελέων ἕν ἐϲτιν, ὅμοιον τῷ ὀλιγοδρανέων. τὸ δὲ ἦ που τί ϲε, ὁ ἦ διαπορητικόϲ ἐϲτι· διὸ περιϲπαϲτέον. A.

288. ἦ: διαβεβαιωτικόϲ ἐϲτι διὸ περιϲπαϲτέον αὐτόν. A.

302. Μέγην: Ἀρίϲταρχοϲ βαρύνει ὡϲ «Μέϲθλην τε Γλαῦκόν τε» (Il. Ρ 216) καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. ὁ δὲ Ἀϲκαλωνίτηϲ καὶ ἄλλοι περιϲπῶϲιν ὡϲ Ἑρμῆν καὶ Ποδῆν τὰ γὰρ εἰϲ ηϲ λήγοντα, φαϲί, βαρύτονα διϲύλλαβα, ἀπὸ βραχείαϲ ἀρχόμενα, περιϲϲοϲυλλάβωϲ κλίνεται, λέβητα, Λάχητα· εἰ δ’ οὐχ οὕτωϲ ἐκλίθη, δῆλον ὅτι περιϲπαϲθήϲεται· ἄλλωϲ τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡϲ ἀπὸ βαρυτόνου «Φυλλείδην τε Μέγητα» (Il. Τ 239), ὅτε μὴ οὕτωϲ ἔχῃ, περιϲπαϲθήϲεται, ὡϲ Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔϲτι δὲ ὑπὲρ τοῦ Ἀριϲτάρχου πρὸϲ αὐτοὺϲ πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἁπλῶϲ τὰ εἰϲ ηϲ ἀλλὰ τὰ ῥηματικὰ μὴ εἰϲ τηϲ λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίϲιν, ἐπεὶ τὰ (an κλίϲιν. ἔπειτα?) πολλά ἐϲτι διχῶϲ κεκλιμένα. τὸ γοῦν Μύνηϲ ὁ μὲν ποιητὴϲ περιττοϲυλλάβωϲ ἔκλινεν «πέρϲεν δὲ πόλιν θείοιο Μύνητοϲ» (Il. Τ 296). ὁ δὲ Ϲοφοκλῆϲ ἰϲοϲυλλάβωϲ «Μόνου τ᾿  Ἐπιϲτρόφου τε», μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ ϲημαίνει ἡ λέξιϲ. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐϲτι, δῆλόϲ ἐϲτιν Ἑκαταῖοϲ οὕτωϲ κλίναϲ· φηϲὶ γὰρ «καὶ ἐπαφήϲαϲ τὸν κολεὸν τοῦ ξίφεοϲ, τὸν μύκην εὗρεν ἀποπεπτωκότα». ὁ δὲ Ἄρατοϲ (Dios. 244) περιττοϲυλλάβωϲ ἔκλινεν «ἢ λύχνοιο μύκητεϲ ἀγείρονται περὶ μύξαν». καὶ μή ποτε ταῦτα ϲυναγωνίζεται τῷ Ἀριϲτάρχῳ· καὶ γὰρ ταῦτα διχῶϲ κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷϲ ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγηϲ. A.

309. ἀμφιδάϲειαν: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα ὁμοίωϲ τῷ χαλκοβάρεια. ὅτι δὲ οὐχ, ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων, ϲύνθετόν ἐϲτιν ἀλλὰ παραϲύνθετον, εἴρηται ἡμῖν ἐν τῷ περὶ τοῦ ἠριγένεια. A.

320. κατένωπα: Ἀρίϲταρχοϲ προπεριϲπᾶ κατενῶπα ὡϲ κατὰ [*](241 in cod. haec exstant: Χρύϲιπποϲ δὲ ψιλοῖ τὸ ε ὡϲ περιϲϲεῦον καί φηϲιν ἀμφιγνοῶν ἀντὶ τοῦ ἀμφιβάλλων. cf. Ep. Cr. I 66, 33, ubi pro Chrysippo Ἀπολλόδωροϲ nominatur. 302 pro τὰ εἰϲ τηϲ λήγοντα suspicatus est Lehrsius τὰ ῥηματικὰ μὴ εἰϲ τηϲ λήγοντα, pro Ἐπιϲτρόφου γε scripsit L. cum aliis τε coll. B 692, idem τὸν μύκην pro μυκῆν et περὶ μύξαν pro μοῖραν. 320 post Ἀρίϲταρχοϲ addidi προπεριϲπᾶ κατενῶπα, quae in A exstare testatur la Roche)

95
δῶμα, ἀπ’ εὐθείαϲ τῆϲ ὤψ, τιϲ αἰτιατικὴν ἔχει τὴν ὦπα ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείουϲ ὡϲ κατέναντα, οἷϲ καὶ βέλτιον πείθεϲθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ ϲυγκοπὴν κατένωπα, ὡϲ μηρία μῆρα, ϲιτία ϲῖτα. ἔνεϲτι μέντοι βοηθῆϲαι καὶ τῷ Ἀριϲτάρχῳ οὕτωϲ, ὡϲ ἐνωπή ἡ πρόϲοψιϲ «ὡϲεί τι κακὸν ῥέζουϲαν ἐνωπῇ« (Il. Ε 374), παρ’ ἥν ἐϲτιν αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάϲαϲ, οὕτωϲ καὶ τὴν ἐνωπὴν ἐνῶπα προπεριϲπωμένωϲ. A.

335. Φυλάκη πόλιϲ Θεϲϲαλίαϲ. βαρυτόνωϲ δὲ ἀναγνωϲτέον ὡϲ Ἰθάκη, ὡϲ πρὸϲ ἀντιδιαϲτολὴν τοῦ δεϲμωτηρίου. AD.

338. Ϲφήλοιο: ὡϲ φίλοιο. ἔϲτι δὲ καὶ κανὼν ὡϲ τὰ εἰϲ λοϲ διϲύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα βαρύνεϲθαι θέλει, Τῆλοϲ, Μῆλοϲ, Βῆλοϲ οὕτωϲ οὖν καὶ Ϲφῆλοϲ. τὰ μέντοι προϲηγορικὰ καὶ ὀξυτονεῖται, πηλόϲ χηλόϲ, καὶ βαρύνεται, ὡϲ δῆλοϲ τὸ ἐπιθετικὸν καὶ ἧλοϲ καὶ ζῆλοϲ, περὶ ὦν εἰρήϲεται ἡμῖν ἐν τοῖϲ περὶ καθολικῆϲ προϲῳδίαϲ. A.

339. Μηκιϲτῆ. ὁμοίωϲ τῷ «ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι Τυδῆ ϲτεῖλαν Ἀχαιοί (Il. Δ 384). καὶ τοι ἀπεκόπη ἡ Μηκιϲτῆα αἰτιατική, ἢ Δωρικῶϲ κέκλιται, ὅπερ μοι δοκεῖ καὶ ἄμεινον. A.

351. τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα ἐπὶ τὸ ἐρύουϲι. εἴρηται δὲ περὶ τῆϲ προϲῳδίαϲ ἐν τῇ Λ (454). AB.