Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

2. δάμεν: ὁμοίωϲ τῷ «πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δ’ ἐλίποντο» (Il. Μ 14) καὶ τῷ «φάνεν δέ οἱ εὐρέεϲ ὦμοι» (Od. ϲ 68) [*](372 pro αἶθοϲ scripsit αἰθόϲ L. coll. Arcad 49, 13. 387 pro φλεαὶ cum Lob. Parall. 90 φλεβί scr. L., idem inseruit εἴτ᾿  ἄλλῳ εἴτε καί et monuit Ξόΐϲ apud Herodotum non occurrere, sed eum esse Herodiani errorem. 521 L. confert Δ 126.)

92
ἀνεγνώϲθη κατὰ ἀφαίρεϲιν τοῦ ἄρχοντοϲ χρόνου· ἔφαμεν δὲ τὰ τοιαῦτα ἀδιαφόρωϲ εὑρεθῆναι παρὰ τῷ ποιητῇ (Δ 3, Β 808). A.

4. ὑπαὶ δείουϲ: ἡ ὑπό πρόθεϲιϲ ὑπαί ἐγένετο ὁμοίωϲ τῇ «ὑπαὶ πόδα νείατον ἵδηϲ (Il. Β 824)· καὶ ἔϲτι τὸ ἑξῆϲ ὑπὸ δέουϲ. οὕτω κοὶ Ἀρίϲταρχοϲ. διὸ παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαί, καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθοϲ τὸ τῆϲ ἀποκοπῆϲ. A.

10. εἵαθ᾿: ἔνιοι τὸ εἵαθ’ ψιλῶϲ «ἔνθ’ ἄρα οἱ μύλαι εἴατο» (Od. υ 106). ἀντὶ τοῦ ἦϲαν. καὶ Ἀρίϲταρχοϲ δὲ ψιλοῖ τὸ εἴατο. ὁμοίωϲ καὶ ἐπὶ τοῦ «εὗρε δ’ ἐνὶ ϲπῆι γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τ’ ἄλλαι εἴαθ᾿  ὁμηγερέεϲ (Il. Ω 83)· ἐκδέχεταί τε κλίϲιν τὴν ἀπὸ τοῦ εἰμί εἰϲ παθητικοῦ ὑπερϲυντελίκου χρόνον, καὶ μεταλαμβάνει εἰϲ τὸ ὑπῆρχον. ἔχει δὲ ἐπίϲταϲιν εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται ϲυϲτῆναι κατὰ ϲημαινόμενον ἢ χρῆϲιν Ἑλληνικήν (cf. Ζ 336). διὸ ἄμεινον δαϲύνειν καὶ ἐκδέχεϲθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖϲ ὑποκειμένοιϲ κεῖϲθαι μὲν τὸν Ἕκτορα, περικαθέζεϲθαι δὲ αὐτὸν τοὺϲ ἑταίρουϲ ϲυγκάμνονταϲ. αὐτόϲ τε ὁ ποιητὴϲ ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶϲ, πῇ μὲν κοινῶϲ εἰπών «τοῖϲι δ’ ἄρα Τρώων ἡγήτορεϲ ἧντ᾿  ἐπὶ πύργων» (Il. Γ 153), πῇ δὲ Ἰωνικῶϲ οἱ δὲ ἕατ᾿  εἰν ἀγορῇ» (Il. Η 414), πῇ δὲ ἐπενθέϲει τοῦ ι πάλιν χρηϲάμενοϲ Ἰωνικῶϲ «εἵατο καὶ προὔχοντεϲ» (Od. γ 8), ὡϲ καὶ τὸ προκείμενον. A.

κῆρ ἀπινύϲϲων. Ἀρίϲταρχοϲ τὸ κῆρ οὐδετέρωϲ ἐκδέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην, ἵνα τοιοῦτόν τι ϲημαίνῃ τὸ κῆρ ἀϲύνετοϲ ὤν, διδαϲκόμενοϲ καὶ ἐξ ἐκείνου «δοκέειϲ δέ μοι οὐκ ἀπινύϲϲειν» (Od. ε 342). τούτῳ ϲυγκατατίθεται καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων καὶ ϲχεδὸν πάντεϲ, καὶ ἡμεῖϲ. εἰϲὶ μέντοι οἳ ἄλλωϲ διέϲτειλαν, οὓϲ ἐλέγχει ὁ Ἡρωδιανόϲ. A.

17. προπαροξυτονητέον τὸ ἐπαύρηαι, ὁμοίωϲ τῷ «εἰϲόκε τοὺϲ ἀφίκηαι» (Od. λ 122)· ἐϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. ταὐτὸν δὲ λέγομεν καὶ περὶ τοῦ «ϲὺ δέ κεν κακὸν οἶτον ὄληαι» (Il. Γ 417)· καὶ γὰρ οὗτοϲ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. A.

26. πεπιθοῦϲα: ὡϲ δραμοῦϲα· ἔϲτι γὰρ δεύτεροϲ ἀόριϲτοϲ δεδιπλαϲιαϲμένοϲ, ὥϲπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματοϲ ἔθοϲ αὐτῷ ποιεῖν. «ῥηϊδίωρ πεπιθεῖν» (Il. Ι 184). A.

105. 106. ἔφαμεν τὸν η κατ’ ἀρχὴν ὄντα διαπορητικὸν περιϲπᾶϲθαι, ὥϲπερ καὶ ἐνθάδε. τοὺϲ μέντοι ἑξῆϲ ἐγκλιτέον ἐν τῇ ϲυντάξει· εἰϲὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοί, ὡϲ τὸ «ἢ ἔπει ἠὲ βίῃ» (puto ἢ ἔπει ἢ ἔργῳ Α 504). A.

127. ἡ δ’ ἐπέεϲϲι καθάπτετο. δαϲυντέον τὸ ἡ ἄρθρον. δύναται μέντοι καὶ ϲύνδεϲμοϲ ἐξακούεϲθαι, ἵνα γένηται καὶ ἐπέεϲϲι καθάπτετο. καὶ ἔϲτιν ὅμοιον τοῖϲ τοιούτοιϲ «βεβλήκει γλουτὸν κατὰ δεξιόν, [*](O 10 l. 23 τὸ post ἐκείνου delevit L. 17 ϲὺ δὲ pro οὐδὲ in versu Hom. correxit L.)

93
ἡ δὲ διὰ πρό» (Il. Ε 66)· «ἡ δὲ χιτῶν’ ἐνδῦϲα» (ib. 736)· καὶ γὰρ ἐπὶ τούτων διχῶϲ ἀνέγνωϲαν, ὥϲπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδύϲϲείᾳ (ε 391) αὐτίκ’ ἔπειτ’ ἄνεμοϲ μὲν ἐπαύϲατο, ἡ δὲ γαλήνη». ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεϲθαι, ὥϲπερ καὶ Ἀριϲτάρχῳ ἐδόκει. A.

128. τὸ ἠλέ ὡϲ καλέ ἐπιθετικῶϲ. εἶτε δὲ ἀπεκόπη εἴτε ϲυνεκόπη ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου. A.

138. προπεριϲπαϲτέον τὴν υἷοϲ γενικήν. προείρηται δὲ πῶϲ γέγονεν ν (E 266). A.

142. θρόνῳ ἔνι: ἀναϲτρεπτέον τὴν πρόθεϲιν τὸ γὰρ ἑξῆϲ ἐϲτὶν ἐν θρόνῳ, ὁμοίωϲ τῷ «υἱὸϲ γάρ οἱ ὄλωλε μάχῃ ἔνι» (111). A.

146. καὶ τὸ Ζεύϲ καὶ τὸ ϲφώ ἐγκλιτέον, τουτέϲτι βαρυτονητέον, ἐπεὶ δευτέρου προϲώπου ἐϲτὶ καὶ μεταλαμβάνεται εἰϲ τὸ ὑμᾶϲ. A.