Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

7. θερμήνῃ καὶ λούϲῃ ἄπο βρότον αἱματόεντα: τὴν πρόθεϲιν ἀναϲτρεπτέον· τὸ γὰρ ἑξῆϲ ἐϲτὶν ἀπολούϲῃ. A.

21. διχθάδι᾿ : τὸ πλῆρέϲ ἐϲτι διχθάδια, ὥϲπερ καὶ Ἀρίϲταρχοϲ βούλεται. διὸ τὴν χθᾱ ϲυλλαβὴν ὀξυτονητέον. παραιτητέον δὲ τοὺϲ βουλομένουϲ εἶναι διχθαδίῃ μεθ’ ὅμιλον» καὶ τὴν δι ϲυλλαβὴν ὀξύνονταϲ. A.

32. προπαροξυτονητέον τὸ πρύμνῃϲιν· Κράτηϲ μέντοι προπεριϲπᾷ, ἀκούων ἐπὶ ταῖϲ ἐϲχάταιϲ, πλανηθεὶϲ ἐκ τοῦ «τὰϲ γὰρ πρώταϲ πεδίον δὲ εἴρυϲαν». ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴϲ ὡϲ ἐπὶ τὸ πολὺ τὸ πρυμνὸν [*](791 ἑρϲαῖοϲ pro ἐρϲαῖοϲ scr. L. 803 L. conferri iubet qu. ep. 120.) [*](Ξ 21 pro διχθαδίῃ ἢ μεθ’ scr. L. διχθαδίῃ μεθ’ Idem conferri iubet Φ 279, unde intellegatur hic etiam de ἔτραφ᾿  dictum fuisse. 32 πεδίον δὲ L. scripsit pro πεδίονδε Bekk., πεδιον δε Villois.)

89
οὐ τίθηϲιν ἐπὶ διεϲτῶτοϲ ϲώματοϲ ἀλλ’ ἐπὶ ἡνωμένου «πρυμνὸν ὑπὲρ θέναροϲ» (Il. 339) «τοῦ δ’ ἀπὸ μὲν γλῶϲϲαν πρυμνὴν τάμε» (ib. 292)· πρυμνὴν ἐκτάμνοντεϲ» (Il. Μ 149). A.

48. κεῖνοϲ τώϲ: ἄμεινον, ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ φηϲί, τὸ τώϲ εἶναι ὁμοίωϲ τῷ «τὼϲ δέ ϲ’ ἀπεχθήρω» (Il. Γ 415). A.

60. ἐπιμίξ: Ἀρίϲταρχοϲ ὡϲ κουρίξ. καὶ εἴπομεν ὅτι τὰ εἰϲ ιξ ἐπιρρήματα ὀξύνεται, ϲημειωϲάμενοι τὸ πέριξ βαρυνόμενον. A.

73. κυδάνει: βαρυτονητέον ὁμοίωϲ τῷ «οἰδάνει ἐν ϲτήθεϲϲι νόον» (Il. Ι 554). A.

164. τὸ ᾗ δαϲυντέον καὶ περιϲπαϲτέον ἔϲτι γὰρ δοτικὴ πτῶϲιϲ κτητικῆϲ ἀντωνυμίαϲ. A.

168. ἀνῷγεν: προπεριϲπαϲτέον· πρόϲκειται δὲ τῷ ω τὸ ι· ἀπὸ γὰρ θέματοϲ τοῦ ἀνοίγω πέπτωκεν. A.

171. κάθηρε: τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἀπὸ θέματοϲ τοῦ καθαίρω. ὡϲ οὖν ἀπὸ τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικῶϲ «μέγηρε γάρ οἱ τότ᾿ Ἀπόλλων (Il. Ψ 865), οὕτωϲ ἐκάθηρε κάθηρε. A.

172. δαϲυντέον τὸ ἑδανῷ· τὸ γὰρ ἡδύ βούλεται ϲημᾶναι. γίνεται δέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ᾱνοϲ παραγόμενα ὀξύτονα, ἅπερ τὴν τρίτην ἀπὸ τέλουϲ ἔχει βραχεῖαν, ἢ αὐτόθεν ἀπὸ τῶν ῥημάτων μετειληφότα, ὡϲ ἀπὸ τοῦ ἄγω ἀγανόϲ, ϲτέγω ϲτεγανόϲ, ἢ ἐκ τῆϲ μακρᾶϲ τῆϲ κατὰ τὰ ῥήματα εἰϲ βραχεῖαν μεθιϲτάμενα, ὡϲ παρὰ τὸ ἵκω ἱκανόϲ καὶ παρὰ τὸ πείθω πιθανόϲ, τρώγω τραγανόϲ, εἴδω ἰδανόϲ». «τὰϲ (vel potius ϲὰϲ v. μον. λ. 7) ἰδανὰϲ χάριταϲ» ὁ Καλλίμαχοϲ. οὕτωϲ οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανόϲ γένοιτ’ ἄν, τοῦ η εἰϲ τὸ ε τραπέντοϲ· διὸ δαϲυντέον τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωϲαν πόθεν τὸ ε ἐγένετο. ὁ γὰρ χαρακτήρ, ὡϲ ἔφαμεν, τὴν βραχεῖαν ἀϲπάζεται. A.

183. μορόεντα. οὕτωϲ Ἀρίϲταρχοϲ ἀπὸ τοῦ μ ποιεῖται τὴν διαϲτολὴν καὶ ὁ Ἀϲκαλωνίτηϲ. καὶ οὕτωϲ ὁ λόγοϲ ἔχει. τὰ γὰρ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείαϲ γινόμενα δηλοῖ. παραιτητέον δὲ τοὺϲ ἀπὸ τοῦ ᾱ τὴν διαϲτολὴν ποιουμένουϲ, ἵνα τὸ ᾱ ἐπιτατικὸν ὑπάρχῃ μηδενὸϲ κατεπείγοντοϲ. A.

209. ὁμωθῆναι: δαϲυντέον τὸ ο. ὡϲ χρυϲωθῆναι δὲ ἀναγνωϲτέον. A.

221. ἄπρηκτόν γε νέεϲθαι: τουτέϲτι πορεύεϲθαι. οὕτωϲ Ἀρίϲταρχοϲ. Δημήτριοϲ δὲ γενέεϲθαι ἀντὶ τοῦ γενήϲεϲθαι, βιαίωϲ πάνυ· οὐδὲ γὰρ τὸ πυθέϲθαι πυθέεϲθαι γίνεται οὐδὲ τὸ λαβέϲθαι λαβέεϲθαι, ἵνα καὶ τὸ γενέϲθαι γενέεϲθαι γένηται. A.