Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

20. Κάρηϲοϲ: Τυραννίων ὀξύνει τὸ Κάρηϲοϲ ὡϲ Παρναϲϲόϲ. οὕτωϲ γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεϲθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίϲταρχοϲ. βαρύνει ὡϲ Κάνωβοϲ. εἴπομεν δὲ ἐν ἑτέροιϲ ὅτι οὐ πάντωϲ ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆϲιϲ καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν, ὁπότε περὶ. τοῦ «Γλιϲᾶντα» (Il. B 504) διελάβομεν, εἴγε Διονύϲιοϲ ἱϲτορεῖ τοὺϲ ἐγχωρίουϲ ϲυϲτέλλειν τὸ ῑ καὶ μὴ περιϲπᾶν. τό τε Λύκαϲτοϲ ὁ αὐτὸϲ ἱϲτορεῖ ὀξύνεϲθαι, ἡμῶν ἀναγινωϲκόντων βαρυτόνωϲ (Il. B 647). οὕτωϲ οὖν εἰκὸϲ καὶ ἐπὶ τοῦ Κάρηϲοϲ μὴ πειϲθῆναι τὸν Ἀρίϲταρχον ὁμοίωϲ τοῖϲ ἐγχωρίοιϲ προενέγκαϲθαι τὴν λέξιν. τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰϲ οϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενα, τῷ παραληγόμενα, ἕτερον ἔχοντα ϲ, τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆϲ ἐκείνων τάϲεωϲ, εἴγε τὸ Ἁλικαρνηϲϲόϲ διϲϲὸν ἔχει τὸ ϲ, Λυκαβηϲϲόϲ, Ταρτηϲϲόϲ, τὸ μέντοι Κάρηϲοϲ ἐν ἔχει τὸ c. ἴϲωϲ οὖν διὰ τοῦτο ἐξηλλάγη. A.

Ῥοδίοϲ παροξυτονητέον ὡϲ κύριον.

26. ἁλίπλοα: τὴν λι, φαϲί, ϲυλλαβὴν ὀξυτονητέον· κατὰ γὰρ αὐτῶν τῶν ἐρειπίων ἡ λέξιϲ κεῖται, οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα ϲημαίνεται. οὕτωϲ Ἀλεξίων καὶ οἱ ἄλλοι. κἀγὼ δὲ ϲυγκατατίθεμαι τῇ προϲῳδίᾳ. ἐκεῖνο γὰρ ἔχω ἀποφήναϲθαι, ὡϲ ὅτι ὁπότερον ἐὰν (sic) ϲημαίνῃ προπαροξυτονηθήϲεται· οὕτωϲ γὰρ ἐμελέτηϲε τὰ παρὰ τὸ πλέω, εἴγε καὶ τὸ πρωτόπλοοϲ προπαροξύνομεν· καὶ δῆλον ὅτι εἰϲ ἀποφυγὴν τῶν οὕτωϲ παραγομένων, διπλόοϲ τριπλόοϲ. A.

33. ἵεν: οὕτωϲ φέρουϲι τὴν γραφήν, ιεν ὡϲ τίθεν· καὶ γίνεται ἀμφίβολον πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεϲαν ϲυγκοπὴ ὑπάρχῃ, ὡϲ ἀπὸ τοῦ ἐτίθεϲαν τὸ ἔτιθεν· καὶ δέον δαϲύνειν. εἰ δὲ ἑνικὸν εἴη τὸ ιεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον, ὁμοίωϲ τῷ «ἄϲϲον ἴεν πολυκάρπου ἀλωῆϲ» (Od. ω 221) ὅπερ οὐ πιθανόν. ἡ μέντοι κοινὴ ἵει ἐϲτὶν ὁμοίωϲ τῷ «ἐννῆμαρ δ᾿ ἐϲ τεῖχοϲ ἵει ῥόοϲ» (25). καὶ μήποτε εἴη (sic) πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶϲ τεθειμένα· «τεῖχοϲ ἀμαλδύναϲ, ποταμοὺϲ δ᾿ ἔϲτρεψε. νέεϲθαι». A.

55. 56. τὸ μὲν πρότερον ἕϲταϲαν δαϲύνει ὁ Ἀρίϲταρχοϲ ἐπειδήπερ τὸ αὐτό ἐϲτί τῷ ἑϲτήκειϲαν. ἔφαμεν δὲ καὶ ἡμεῖϲ (B 777) δαϲύνεϲθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερϲυντελίκου ἐπὶ τούτου τοῦ ῥήματοϲ. τὸ μέντοι δεύτερον ψιλοῖ· ἰϲοδυναμεῖ γὰρ τῷ ἔϲτηϲαν· οὓϲ ἔϲτηϲαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ἕ τοῦ ἀορίϲτου ἐπὶ τούτου τοῦ ῥήματοϲ ἐψιλοῦτο. ϲυγκατατίθεται δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ τῇ τοιαύτῃ ἀναγνώϲει· καὶ ἡμεῖϲ. A.

[*](Μ 33 ἄϲϲον scr. L. pro ἆϲϲον.)
81

66. προπεριϲπαϲτέον τὸ ϲτεῖνοϲ· οὐδετέρωϲ γὰρ ἐξενήνεκται, πᾶν δὲ οὐδέτερον εἰϲ οϲ λῆγον ἐν ὀνόμαϲι βαρύνεϲθαι θέλει οὕτωϲ οὖν καὶ μακρόϲ ὀξύνομεν ἀρϲενικὸν ὕπαρχον· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύνεται. οὕτωϲ καὶ τὸ κλειτόϲ· οὐδέτερον γὰρ γενόμενον βαρύνεται παῤ Ἀλκμᾶνι «ἐν τῷ Θεϲϲαλικῷ κλείτει». A.

125. κεκλήγοντεϲ: ὡϲ ἀρήγοντεϲ. οὐ γὰρ τὸ κεκληγότεϲ ἐπλεόναϲε τῷ ν, οὐδὲ παρὰ τὸ «ὀξέα κεκληγώϲ» (Il. B 222) ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ Ϲυρακούϲιοϲ ἐνεϲτὼϲ κεκλήγω, ὡϲ παρὰ τὸ ἄνωγα ἀνώγω, πέπληγα πεπλήγω, ἔνΘεν τὸ «ἐπέπληγον πόδεϲ ἵππων» (ΙΙ. Ε 504). ἀκόλουθοϲ δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων βαρυνομένη, ἔνθεν τὸ κεκλήγοντεϲ. AV.

137. αὕαϲ: βαρυτονοῦϲιν οἱ πλείουϲ. Νικίαϲ δὲ ὀξύνει διὰ τὸ μεταφραζόμενον, ἐπεὶ καὶ τὸ ξηράϲ ὀξύνεται. εἴρηται δὲ περὶ τῶν τοιούτων, ὅτι οὑ δεῖ πρὸϲ μεταφραζόμενα τὰϲ λέξειϲ τονοῦν. ὁ δὲ Ἀϲκαλωνίτηϲ βαρύνει. χρή μέντοι γινώϲκειν ὅτι μονήρηϲ ἐϲτὶν ἡ λέξιϲ· οὐδὲν γὰρ εἰϲ οϲ λῆγον καθαρὸν διϲύλλαβον, τῇ αυ διφθόγγῳ κατὰ τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τριγενέϲ ἐϲτιν, διὸ οὐδὲ ἀντιπαράθεϲιν ἔϲχεν. ἴϲωϲ δὲ βεβαρυτόνηται, ἐπεὶ καὶ τὸ ναῦοϲ ἐβαρύνετο καὶ τὸ Τραῦοϲ κύριον καὶ τὸ ψαῦοϲ παῤ Ἀλκμᾶνι. A.

148. δοχμώ· ὀξυτονητέον· ἔϲτι γὰρ δυϊκόν. τὸ δὲ δοχμόϲ ὀξύνεται, ἐπεὶ τὰ εἰϲ μοϲ μετ᾿ ἐπιπλοκῆϲ τοῦ χ ὀξύνεϲθαι θέλει, αὐχμόϲ, ἰωχμόϲ. ταύτῃ καὶ πλοχμόϲ, εἴτε ϲυγκέκοπται εἴτε καὶ ἐντελέϲ ἐϲτιν, ὀξυτονηθήϲεται. οὕτωϲ οὖν καὶ τὸ δοχμόϲ. A.

περὶ ϲφίϲιν: ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον μεταλαμβάνεται. A.

149. πρυμνήν: ὡϲ πυκνήν. εἴπομεν δὲ περὶ τούτου (Ε 292). A.

157. ζαήϲ: ὡϲ ὑγιήϲ· οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. παραιτητέον δὲ τοὺϲ βουλομένουϲ βαρύνειν, ἴϲωϲ πλανηθένταϲ ἐκ τῆϲ αἰτιατικῆϲ τῆϲ εἰϲ ν περατωθείϲηϲ (Od. μ 313). ῥηθήϲεται δὲ ἐν τῇ Μ τῆϲ Ὀδυϲϲείαϲ περὶ τῆϲ προϲῳδίαϲ. A.

158. ταρφειάϲ: Ἀρίϲταρχοϲ ὀξύνει ὡϲ πυκνάϲ· ὁ δὲ Θρᾷξ Διονύϲιοϲ ὁμοίωϲ προεφέρετο τῷ ταχείαϲ, παρὰ τὸ ταρφύϲ ἀρϲενικόν, οὗ πολλαὶ ἦϲαν χρήϲειϲ παρὰ τοῖϲ παλαιοῖϲ καὶ παῤ Ὁμήρῳ. καὶ δῆλον ὅτι ἀναλόγωϲ μὲν ἀναγινώϲκει ὁ Θρᾷξ, ἐπεκράτηϲε δὲ ἡ Ἀριϲτάρχου. A.