Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

164. φιλοψευδήϲ: ὀξυτονητέον ὁμοίωϲ τῷ ἁπλῷ· τὰ γὰρ εἰϲ ηϲ λήγοντα ὑπὲρ μίαν ϲυλλαβήν, ὀξυνόμενα, ϲυντιθέμενα πάντα θέλει φυλάϲϲειν τὸν αὐτὸν τόνον, ὑπεϲταλμένου τοῦ ἀληθήϲ. ϲαφήϲ, ἀϲαφήϲ, ἀντεραϲτήϲ, φιλαθλητήϲ· οὕτωϲ καὶ φιλοψευδήϲ. τὸ δὲ κριτήϲ ἔϲθ᾿ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου οἷον ἐν τῷ ξενοκρίτηϲ. A.

[*](66 pro τῷ ἐν Θεϲϲαλίῳ scripsi cum Lob. Rhem. 293 ἐν τῷ Θεϲϲαλικῷ. L., qui huius emendationis meminit, adnotat transiisse praeceptum in E. M 727.)[*](125 transiit in E. M. 500, 2. 137 αὕαϲ pro αὔαϲ scripsi propter ψ 327. — pro ναῦϲ exhibuit L. ναῦοϲ, quod est ap. Arcad. 37, 7. 157 L. cft. μον. λ. 17.)[*](158 pro Θρᾴξ scripsit L. Θρᾷξ et monet transiisse in E. M. 164 οἶον addidit L.)
82

193. Ἰαμενόν: Ἀρίϲταρχοϲ ψιλοῖ ὁ δὲ Ἀϲκαλωνίτηϲ φηϲίν, ἐὰν μὲν ἀπὸ τῆϲ ἰάϲεωϲ, ψιλωτέον, ἐὰν δὲ ἀπὸ τῆϲ ὁρμῆϲ, δαϲυντέον. ἄμεινον δὲ προκρίνειν τὴν Ἀριϲτάρχου· οὐδὲν γάρ ἐϲτι κωλῦον τὴν ἀνάγνωϲιν αὐτοῦ. A.

201. ὑψιπέτηϲ: Ἀρίϲταρχοϲ ἐβάρυνεν εὑρὼν τὸ «ὠκυπέτα χρυϲέῃϲιν ἐθείρῃϲιν» (Il. Θ 42) οὕτωϲ κεκλιμένον ὡϲεὶ καὶ ἀπὸ τοῦ παντοπώληϲ παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· ὑψιπέταϲ γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰϲ τὸ ᾱ, ὅπερ ζητεῖ καὶ ἡ κλίϲιϲ καὶ ἡ βαρεῖα τάϲιϲ· τινὲϲ μέντοι ἐτόλμηϲαν ὡϲ τὸ «τιμῆϲ ἔϲεται» (Il. I 605), οὕτωϲ ὑψιπετήειϲ ὑψιπετῆϲ. ἀλλ᾿ ἐπὶ μὲν τοῦ τιμῆϲ εὕρομεν αἰτιατικὴν «καὶ χρυϲὸν τιμῆντα (Il. Ϲ 475), ἥτιϲ ἐδίδαϲκε τὸ τῆϲ εὐθείαϲ πάθοϲ· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείϲθημεν τῷ Ἀριϲτάρχῳ. A.

204. γάρ αὐτον: οὕτωϲ ἐγκλιτέον τὴν ἀντωνυμίαν κατ᾿ αἰτιατικὴν πτῶϲιν. μέμνηται καὶ Ἡρωδιανὸϲ καὶ Ἀπολλώνιοϲ. A.

205. ἰδνωθείϲ: ψιλωτέον τὸ ῑ. οὕτωϲ καὶ Ἀλεξίων καὶ οἱ ἄλλοι. προείρηται δὲ ἡμῖν ἐν τῇ A. A.

213. δῆμον: βαρυτονητέον πρὸϲ ἀντιδιαϲτολὴν τοῦ δημόν ὀξυνομένου ἐν τῇ Θ ῥαψῳδίᾳ (240). ὁ Ἡρωδιανόϲ. A.

260. ἔχματα ψιλωτέον· πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦται. περὶ δὲ τοῦ ᾗχι δαϲυνομένου εἴπομεν. A.

276. τὸ δίεϲθαι ἡ παράδοϲιϲ προπαροξύνει, καὶ ἔχομεν ἐκεῖνο λέγειν, ὅτι εἰ οἶδεν ὁ ποιητὴϲ τὸ «δίενται» (Il. ψ 475) ὡϲ τίθενται καὶ «ἐνδίεϲαν» (Il. Ϲ 584) ὡϲ ἐτίθεϲαν, δῆλον ὅτι εἴϲεται καὶ τὸ δίεϲθαι προπαροξυνόμενον· ὡϲ γὰρ ἀπὸ τοῦ τίθενται καὶ ἐτίθεϲαν τὸ ἀπαρέμθατον τίθεϲθαι, οὕτωϲ καὶ ἀπὸ τοῦ «ἵπποι ἀερϲίποδεϲ πολέοϲ πεδίοιο δίενται» καὶ «αὕτωϲ ἐνδίεϲαν» γένοιτ᾿ ἂν τὸ ἀπαρέμφατον δίεϲθαι, ὥϲτε καὶ ἀπὸ τῶν εἰϲ μι ἐϲχημάτιϲται· καὶ δέον ἐϲτὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον περιϲπᾶϲθαι, ἵνα ἀποτελέϲῃ τὸ δίημι, ἐξ οὗ τὸ ἐνδίεϲαν καὶ δίεϲθαι. A.

286. εἴλυται: προπεριϲπῶϲιν, ἵνα ἐκ τοῦ εἰλύαται ϲυναλοιφὴ ὑπάρχῃ ἢ τοῦ εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶϲ ϲυντάϲϲεϲθαι καὶ πληθυντικῶϲ. οὐκ ἀήθηϲ δὲ ἡ τοιαύτη ϲυναλοιφή, εἴγε καὶ τὸ ἐρύεϲθαι ῥῦϲθαι ἔφη· «πάντων ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε» (Il. Ο 141), καὶ τὸ «ἄρχετε νῦν νέκυαϲ φορέειν» (Od. χ 437) ἐν τοῖϲ ἑξῆϲ ἔφη «ἐκ δὲ νέκυϲ οἴκων φόρεον» (Od. ω 417). τινὲϲ δὲ προπαροξύνουϲιν ὡϲ ἀπὸ τοῦ εἴλυμι. A. Addiderat Herodianus ὃ καὶ μᾶλλον. δύναται γὰρ ἐκ τοῦ εἴλυται ἐκτετάϲθαι v. Π 542.