Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

281. εὐκλεῖαϲ. προπεριϲπαϲτέον· ἐκ γὰρ τοῦ εὐκλέαϲ ἐγένετο κατ᾿ ἐπένθεϲιν τοῦ ῑ λέγει γάρ, δὸϲ ἡμᾶϲ εὐκλεεῖϲ καὶ ἐνδόξουϲ. οἱ δὲ ἐκτείνοντεϲ ἄνευ λόγου ἐκτείνουϲιν. A.

292. Πτολεμαῖοϲ ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡϲ μῆνιν καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον Τυραννίων δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώϲει καὶ τὴν ἐπὶ τέλουϲ ἐκτείνεϲθαι ὀξεῖα γὰρ κατὰ μακρᾶϲ βραχείαϲ ἐπιφερομένηϲ οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθοϲ, ὑπεϲταλμένων τῶν ϲεϲημειωμένων, λέγω δὲ τοῦ εἴθε, αἴθε ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν. τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικὸν « ἤνιϲ ἠκέϲταϲ» (Il. Z 94) καὶ γὰρ πόλῖϲ λέγουϲι καὶ πόλῐν καὶ μάντῑϲ καὶ μάντῐν. A.

307. οἷ: ὀρθοτονεῖται καὶ περιϲπᾶται καὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A.

335. κρατὶ δ᾿ ἐπὶ κτιδέην κυνέην: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφεῖ ἵνα γένηται ἐπὶ κρατί, οὐχ ὑγιῶϲ· μέϲοϲ γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆϲ δεῖ διαϲτέλλειν κατὰ τὸν ποιητὴν κτιδέην ἀπὸ τοῦ κ ποιουμένουϲ τὴν ἀρχήν, ἐπεὶ ἐν ἑτέροιϲ φηϲὶ «τοῦ δ᾿ ἀπὸ μὲν κτιδέην» (458). A.

351. ἐπί: οὐδὲ ἐνθάδε ἀναϲτρεπτέον· μεταξὺ γὰρ πάλιν ϲύνδεϲμοϲ, ἐφ᾿ ὅϲον ὅρια. A.

373. ἐΰξου: Πτολεμαῖοϲ περιϲπᾷ: λέγων ἐκ τοῦ ἐϋξόου ϲυνηλεῖφθαι. οὐκ ἀναγκαῖον δέ εἰ γὰρ |ἤδη τέτριπται εὔξου ὡϲ ἡϲύχου, δῆλον ὅτι τὸ ἐΰξοοϲ πολὺ πρότερον ἐΰξουϲ ἐγένετο ὡϲ εὔνουϲ· καὶ. οὕτωϲ τὸ εὔξου ὡϲ εὔνου. A.

466. δέελον. ταὐτόν ἐϲτι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα καὶ ψιλοῦται τὸ δεύτερον ε. A.

475. παῤ αὐτῷ δ᾿ ὠκέεϲ ἵπποι Ἐξ ἐπιδιφριάδοϲ πυμάτηϲ ἱμᾶϲι δέδεντο: ψιλωτέον τὸ ἐξ τὸ γὰρ ἑξῆϲ ἐϲτιν, ἐκ πυμάτηϲ, ἐκ τῆϲ ἄντυγοϲ ἐδέδεντο τοῦ δίφρου, ἐξ ἄκραϲ τῆϲ ἐπιδιφριάδοϲ. ἔνιοι δὲ κακῶϲ δαϲύνουϲιν ὥϲτε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππουϲ δεδέϲθαι. A.

505. 6. 7. ἠ: διαπορητικὸϲ ὁ ὕϲτεροϲ, διὸ περιϲπαϲτέοϲ· τὸν δὲ πρῶτον καὶ δεύτερον ἐγκλιτέον. A.

546. τίϲ ϲφωε πόρεν: τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται καὶ ἡ ϲφωέ τρίτου προϲώπου ἐγκλιτική ἐϲτι, ϲημαίνουϲα τὸ αὐτούϲ· «τίϲ τ᾿ ἄῤ ϲφωε θεῶν» (Il. A 8) «ἀλλά ϲφωε δόλοϲ καὶ δεϲμόϲ» (Od. θ 317). [*](281 pro περιϲπαϲτέον scripsi προπεριϲπαϲτέον cum codice et Lob. El. II 54.) [*](505 cod. διαπορητικοὶ οἱ ὕϲτεροι διὸ περιϲπαϲτέον τὸν δεύτερον, τὸν δὲ πρῶτον καὶ τρίτον — emendavit L.)

72
ὥϲτε οὐκ οἶδεν ὁ ποιητὴϲ οὐδὲ μονοϲύλλαβον τὴν ϲφώ, εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προϲώπου ἐϲτὶ καὶ ϲημαίνει τὸ ὑμεῖϲ ἢ ὑμᾶϲ· «ϲφὼ δὲ μάλ᾿ ἠθέλετον» (Il. Λ 782). ἴνθὲν οὖν οἱ ἀκριβέϲτερον αὐτὰ παραφυλάξαντεϲ ἔκθλιψιν δεδώκαϲι τοῦ ε ἐν τῷ «εἰ μή ϲφω᾿ Αἴαντε διέκρινον» (Il. P 531) ἵνα τὸ διηνεκὲϲ φυλαχθῇ. A.

574. τοῦ ἐπεί τὴν τελευταίαν ὀξυτονητέον· ἐγκλιτικὴ γὰρ ἡ ϲφίν.

24. βαρύνεται τὸ οἶμοϲ ὡϲ οἶκοϲ· δοκεῖ δέ μοι κατά τινα ἀφορμήν· φιλεῖ γάρ πωϲ τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀπὸ τῆϲ οι διφθόγγου ἀρχόμενα βαρύνεϲθαι, ὁπότε πρὸ τῆϲ οϲ ϲυλλαβῆϲ ϲύμφωνον ἢ ϲύμφωνα ὑπάρχει — φημὶ δὲ διὰ τὸ Οἰόϲ οὕτωϲ γὰρ λέγεται δῆμοϲ παῤ Ἀθηναίοιϲ κατ᾿ ὀξεῖαν τάϲιν — οἷον οἶκοϲ, οἶτοϲ, οἶκτοϲ, οἶνοϲ. οὕτωϲ καὶ οἶμοϲ. A.

35. λευκοί: ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀφθαλμῶν κέηται. εἰϲὶ δὲ οἳ περιϲπῶϲιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ καϲϲιτέρου, κακῶϲ· ἔθοϲ γάρ ἐϲτι παρὰ τῷ ποιητῇ τὴν Θεϲϲαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίϲκεϲθαι, εἰ μὴ μέτρον κωλύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ παραλαμβάνεται. παρεκτέταται τὸ κεφάλαιον Ἡρωδιανῷ. A.

36. ἡ ἐπί πρὸϲ τὸ ἐϲτεφάνωτο ϲυντάϲϲεται· διὸ τὸν τόνον φυλακτέον. A.

51. φθάν: ὁ Ἀρίϲταρχοϲ βαρύνει· καὶ δῆλον ὅτι ὑγιῶϲ· κοιμίζεται γὰρ ἡ ὀξεῖα ἐν τῇ ϲυνεπείᾳ· «Ζεὺϲ δ᾿ ἐπεὶ οὖν Τρῶάϲ τε» (Il. N 1). ἔϲτι δὲ ὁ νοῦϲ τοιοῦτοϲ, ἔφθαϲαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺϲ ἱππεῖϲ προδιαταγέντεϲ ἐπὶ τῆϲ τάφρου. A.

68. ὄγμον: ὡϲ ὄλβον. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο ϲύμφωνα ἢ πλείονα βαρύνεϲθαι θέλει, οἷον ὄκνοϲ, ὄμβροϲ, ὄρροϲ, ὄϲϲοϲ, Ὄρθοϲ (sc. Ὄρθοϲ τὸ μονογενέϲ ut loquitur 316. obi vid.) ὄρφοϲ. οὕτωϲ καὶ ὄγμοϲ. A.

75. τὸ πάρεϲαν τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα· ἐκ δὲ τοῦ παρῆϲαν ἐγένετο. A.

ἕκηλοι: δαϲύνεται. τὸ γὰρ ε πρὸ τοῦ κ δαϲύνεϲθαι θέλει, ὁπότε μὴ ἐκ κλίϲεωϲ τυγχάνοι ῥήματοϲ ἢ ἀπὸ προθέϲεωϲ. A.

88. ἅδοϲ: δαϲυντέον· τὸ γὰρ ᾱ πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον ϲτερητικὴν ἔννοιαν ἢ κρᾶϲίν τινα δαϲύνεϲθαι θέλει, ϲτερητικὴν μὲν οὕτωϲ ἀδαήϲ, ἀδρανήϲ, ἀδευκήϲ, κατὰ κρᾶϲιν ᾅδηϲ. μὴ οὕτωϲ δὲ ἔχον ἁδρόϲ, ἁδινόϲ, Ἁδρίαϲ. διὸ καὶ τὸ Ἅδωνιϲ κρεῖττόν ἐϲτι δαϲύνειν, ἵνα καὶ. παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. A.

[*](Λ 68 pro ὅϲϲοϲ L. cum Eustath ὄϲϲοϲ dubitans num hoc cum reliquis hic. ab Herodiano positum sit suspicatur ὄγκοϲ. 75 Lehrsius confert Ε 759, ubi additum ἢ μεμελετηκὸϲ ἀφαιρεῖϲθαι. 88 pro οὕτωϲ, κατὰ κρᾶϲιν, ἀδαήϲ ἀδρανήϲ ἀδευκήϲ Lehrsius scripsit οὕτωϲ ἀδαήϲ, ἀδρανήϲ, ἀδευκήϲ, κατὰ κρᾶϲιν ἅδηϲ collato Arcad. 197, V. Pneumatol El. p. 724.)
73

101. βῆ ῥ᾿ Ἶϲον: κατὰ διάϲταϲίν ἐϲτι, βῆ ῥα, εἶτα Ἶϲόν τε καὶ Ἄντιφον. A.

141. ἕμεν: δαϲυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγωγῶϲ γέγονεν ἕμεναι, ὡϲ τὸ θεῖναι θέμεναι. A.