Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

διαιρεῖται ἡ ἡδονὴ εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ τὸ λογ〈ιστ〉ικόν, 〈ἓν δὲ περὶ τὸ θυμικόν,〉 ἓν δὲ περὶ

τὸ ἐπιθυμητικόν, ἓν δὲ περὶ τὰς αἰσθήσεις. ἔστι δὲ ἡ 〈μὲν〉 [τὸ μανθάνειν] περὶ τὸ λογιστικὸν ἡ ἀπὸ τοῦ μανθάνειν καὶ ἀνευρίσκειν ἡδονὴ καὶ τὰ τοιαῦτα. περὶ δὲ τὸ θυμικὸν οἷον ἥ τε τοῦ κρατεῖν καὶ νικᾶν καὶ ἀντιτιμωρεῖσθαι καὶ αἱ τοιαῦται. αἱ δὲ περὶ τὸ ἐπιθυμητικὸν αἵ τε ἀπὸ τῆς τροφῆς καὶ συνουσίας καὶ αἱ τοιαῦται ἡδοναὶ γινόμεναι. ἡ δὲ [περὶ τὸ αἰσθητικὸν] περὶ τὰς αἰσθήσεις, οἷον ἥ τε διὰ τοῦ ὁρᾶν καὶ γεύεσθαι καὶ ὀσφραίνεσθαι καὶ αἱ τοιαῦται.

διαιρεῖται ἡ εὐταξία εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ ψυχήν, ἓν δὲ περὶ σῶμα, ἓν δὲ περὶ πλῆθος, ἓν δὲ περὶ κινήσεις. ἡ μὲν οὖν ἐν τῇ ψυχῇ εὐταξία ἐγγινομένη κοσμιότης καλεῖται, ἡ δὲ ἐν τῷ σώματι εὐταξία κάλλος καλεῖται, ἡ δὲ ἐν κινήσει εὐταξία εὐρυθμία ὀνομάζεται, ἡ δὲ ἐν τῷ πλήθει, οἷον ἡ πρὸς ἄρχοντας πειθαρχία εὐταξία προσαγορεύεται.

διαιρεῖται ἡ ἀταξία εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ψυχῇ, ἓν δὲ ἐν σώματι, ἓν δὲ ἐν πλήθει, ἓν δὲ ἐν κίνήσει.

ἡ μὲν οὖν ἐν τῇ ψυχῇ ἀταξία ἐγγινομένη ἀσωτία ἢ ἀκολασία καλεῖται, ἡ δὲ ἐν τῷ σώματι ἀταξία αἰσχρότης καλεῖται, ἡ δὲ ἐν τῷ πλήθει ἀταξία ἀπειθαρχία καλεῖται, ἡ δὲ ἐν κινήσει ἀρρυθμία προσαγορεύεται.

διαιρεῖται τὰ ἐν φιλοσοφίᾳ προβλήματα εἰς πέντε. ἔστι γὰρ αὐτῶν ἓν μὲν πολιτικόν, ἓν δὲ διαλεκτικόν, ἓν δὲ φυσικόν, ἓν δὲ ἠθικόν, ἓν δὲ ῥητορικόν. πολιτικὸν μὲν οὖν ἐστι τὸ ὑπὲρ νόμων καί τινων τιμωριῶν προβαλλόμενον, οἷον πότερον δεῖ κολάζειν τὰ ξενικὰ ἁμαρτήματα ἢ τὰ πολιτικὰ ἢ ἀνόμοια ἢ τἄλλα τὰ τοιαῦτα. διαλεκτικὸν δέ, οἷον πότερον τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη’ ἢ ἑτέρα, καὶ τἆλλα

τὰ τοιαῦτα. φυσικὸν δέ, οἷον πότερον εἷς κόσμος ἐστὶν ἢ πλείους, καὶ τἄλλα τὰ τοιαῦτα. ἠθικὸν δέ, οἷον πότερον δεῖ πάντα χαρίζεσθαι τοῖς φίλοις ἢ τὰ μὲν τὰ δὲ οὔ, καὶ τἄλλα τὰ τοιαῦτα. ῥητορικὸν δέ, οἷον ἐάν τις ὑπὲρ ποιητῶν κατηγορῇ ἢ ἀπολογῆται, οἷον διατί τὸν Ὀδυσσέα οἱ ἑταῖροι φρονιμώτατον ὄντα ἐξέθηκαν εἰς τὴν νῆσον καθεύδοντα, καὶ τὰ τοιαῦτα.

διαιρεῖται ἡ κόλασις εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀναίρεσις, ἓν δὲ εἰς ἀργυρίου λόγον, ἓν δὲ εἰς προπηλακισμόν, ἓν δὲ εἰς κάκωσιν σώματος. ἡ μὲν οὖν ἀναίρεσίς ἐστιν, οἷον ἐπὶ τοῖς ἀνηκέστοις ἁμαρτήμασι, ὅπερ τιμωρία ὀνομάζεται. αἱ δὲ εἰς ἀργυρίου λόγον, οἷον αἱ ὑπὸ τῶν νόμων ζημίαι κολάζουσιν. αἱ δὲ εἰς προπηλακισμοῦ λόγον, οἷον αἱ ἀτιμίαι αἱ ἐν ταῖς πόλεσι γινόμεναι, οἷον ἄτιμον εἶναι ὃς ἂν ἀσπίδα ῥίψῃ ἢ παρακαταθήκην ἀποστερήσῃ, καὶ ⟨αἱ⟩ ἄλλαι αἱ τῶν νόμων ἀτιμίαι. αἱ δὲ εἰς κάκωσιν σώματος, οἷον οἱ μαστιγοῦντες καὶ οἱ λοιδοροῦντες καὶ οἱ τοιοῦτοι.

διαιρεῖται ἡ ἁμαρτία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν μετὰ ἀδικίας, ἓν δὲ μετὰ ἀγνοίας, ἓν δὲ μετὰ ἀτυχίας. τὸ μὲν οὖν μετὰ ἀδικίας ἁμαρτάνειν ἐστίν, οἷον τὸ εἰς θεὸν ἀσεβεῖν καὶ τοὺς φίλους κακῶς ποιεῖν καὶ τὰ ἐν ταῖς πόλεσιν ἀδικήματα, τὸ δὲ μετὰ ἀγνοίας ἁμαρτάνειν, οἷον γραμματικῇ καὶ ἀριθμητικῇ καὶ ταῖς τοιαύταις ἐπιστήμαις· ταῦτα γὰρ οὐ μετὰ ἀδικίας γίνεται, ἀλλὰ μετὰ ἀγνοίας. μετὰ ἀτυχίας δὲ ἁμαρτάνειν ἐστίν, οἷον οἱ τοῦ σκοποῦ ἀποτυγχάνοντες καὶ οἱ τῶν ὁδῶν καὶ οἱ ἀκούσια ἁμαρτάνοντες.

διαιρεῖται ἡ ἀτυχία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ταῖς πράξεσιν, ἓν δὲ ἐν τοῖς καιροῖς, ἓν δὲ ἐν τοῖς συμπτώμασι τοῖς ἀπὸ ταὐτομάτου γινομένοις. τὸ μὲν οὖν ἐν ταῖς πράξεσιν ἀτυχεῖν βλάπτεσθαι καὶ ζημιοῦσθαί ἐστι, τὸ δὲ ἐν τοῖς καιροῖς ἀτυχεῖν ὑστερεῖσθαί ἐστι καὶ προτερεῖν καὶ [τοῦ] διαμαρτάνειν [καὶ] τοῦ καιροῦ [γινόμενον], τὸ δὲ ἐν τοῖς συμπτώμασι τοῖς ἀπὸ ταὐτομάτου γινομένοις, οἷον αἱ πληγαὶ αἱ ἐξαίφνης καὶ αἱ βλάβαι αἱ ἐξ ἀπροσδοκήτου προσπίπτουσαι.

διαιρεῖται τὰ ἴδια καὶ τὰ κοινῶς ἀγαθὰ εἰς πέντε. ἔστι γὰρ αὐτῶν τὰ μὲν ἴδια θεοῦ, τὰ δὲ ἴδια ἀνθρώπων, τὰ δὲ

κοινὰ θεοῦ καὶ ἀνθρώπων, τὰ δὲ κοινὰ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων πλὴν θεοῦ, τὰ δὲ πάντων κοινά. ἴδια μὲν οὖν ἐστι θεοῦ τὸ ἀίδιον εἶναι καὶ τὰ τοιαῦτα, ἴδια δὲ ἀνθρώπου τὸ σώφρονα καὶ δίκαιον εἶναι καὶ τὰ τοιαῦτα, κοινὰ ⟨δὲ〉 θεοῦ καὶ ἀνθρώπων τὸ σπουδαῖον εἶναι· καὶ γὰρ τῷ θεῷ ὑπάρχει καὶ τῷ ἀνθρώπῳ σπουδαίῳ εἶναι. ἴδιον δὲ ἀνθρώπου ἡ ἐγκράτεια κακοῦ τινος οὖσα ἀποτρεπτική, τῷ θεῷ δὲ οὔτε γενέσθαι οὔτε ὑπάρχειν κακὸν καλῶς ἔχει λέγειν· καὶ τἄλλα τὰ τοιαῦτα. κοινὸν δὲ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων πλὴν θεοῦ ἀνδρεία· αὕτη γὰρ κινδύνου τινὸς καὶ φόβου ἀντιστατική ἐστι· καὶ πάντα τὰ τοιαῦτα. πάντων δὲ κοινὸν τὸ καλόν.

διαιρεῖται τὸ ψευδολογεῖν εἰς τέσσαρα. ἔστι γὰρ αὐτοῦ ἓν μὲν ἐν ἀλαζονείᾳ, ἓν δὲ εἰρωνεία, ἓν δὲ κερτόμησις, ἓν δὲ ψευδολογία τις μετὰ βλάβης. ὁ μὲν οὖν ἀλαζονευόμενος ἐπὶ πλεῖον καὶ μεῖζον ψεύδεται· προσποιητικὸς γάρ ἐστιν ὃ οὐκ οἶδεν εἰδέναι θέλων καὶ ἅπερ οὐκ ἔχει ἔχειν. ὁ δὲ εἰρωνευόμενος ἐπὶ τὸ ἔλαττον ψεύδεται· ὅ τε γὰρ πλούσιος

πένης φησὶν εἶναι, ἐὰν εἰρωνεύηται, καὶ ὁ σοφὸς οὐκ εἶναι σοφός. ὁ δὲ ἐν τῷ κερτομεῖν ψευδολογῶν μετὰ τοῦ σκώπτειν, οἷον ⟨ὁ⟩ τὸ ἡττᾶσθαι κρατεῖν ἢ καλὸν τὸ κακὸν λέγων καὶ σοφὸν τὸ ἀπαίδευτον, ὁ δὲ μετὰ βλάβης, οἷον ὁ τὰ ψευδῆ μαρτυρῶν καὶ ἀπαρνούμενος καὶ τἄλλα τὰ τοιαῦτα.

διαιρεῖται ὁ ψευδόμενος εἰς δύο. ὁ μὲν γὰρ ἑκὼν ψεύδεται, ὁ δὲ ἄκων. ὁ μὲν οὖν ἑκὼν ψευδόμενος ἐξαπατᾷ τινας καὶ ἄλλοις ἀπάτην ἐμποιεῖ, ὁ δὲ ἄκων ψευδόμενος αὐτὸς ἐξηπατημένος ψεύδεται ἀπὸ τῆς ἐν αὐτῷ ἀπάτης οὔσης.

διαιρεῖται ὁ καθαρισμὸς καὶ ἡ κάθαρσις εἰς τρία. ἔστι γὰρ αὐτῶν ἓν μὲν νόμῳ, ἓν δὲ φύσει, ἓν δὲ τέχνῃ καὶ

πράγματι. νόμῳ μὲν οὖν ἐστι καθαρμός . . . . . . . . . . φ όσει δὲ,〉 οἷον ὅ τε τοῦ ἀέρος, ὅταν ἀποκαθαίρηται καὶ ὅταν 〈τὰ〉 ὕδατα ὧσι καθαρὰ καὶ τὰ βρώματα καὶ πάντα ⟨τὰ τοιαῦτα⟩. τέχνῃ δὲ καὶ πράγματι, οἷον ἥ τε τῶν χαλκωμάτων καὶ τῶν ἱματίων πλύσις καὶ τὰ τοιαῦτα.

τῶν [ὄντων] ἀγαθῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ τῶν περὶ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη· τὰ μὲν οὖν πρῶτα τοῖς πρώτοις ἐστὶν ὅμοια, τὰ δὲ δεύτερα τοῖς δευτέροις, τὰ δὲ τρίτα τοῖς τρίτοις, τὰ δὲ τέταρτα τοῖς τετάρτοις. ἔστι δὲ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.

ἡ μὲν γὰρ φρόνησις ἐν ψυχῇ οὖσα αἰτία ἐστὶ τοῦ κράτιστα τὴν ψυχὴν διακεῖσθαι, ἡ δὲ εὐεξία αἰτία ἐστὶ τοῦ τὸ σῶμα ἄριστα διακεῖσθαι, ⟨ἡ δὲ εὐδοξία αἰτία ἐστὶ τοῦ τὰ ἐκτὸς ἄριστα διακεῖσθαι⟩· ὅπερ γὰρ βούλεται πράττει ὁ εὐδοξῶν. ἕκαστον ἄρα τούτων τῶν ἀγαθῶν πρωταγωνιστεῖ καὶ πρώτη λαμβάνεται ⟨ταύτῃ⟩ ἡ ὁμοιότης.

καὶ πάλιν ἡ μὲν δικαιοσύνη ἐν ψυχῇ ἐστιν ἡ καὶ αἰτία οὖσα τῶν τῆς ψυχῆς μερῶν, ἡ δὲ εὐπρέπεια ἐν σώματι οὖσα εὐταξία ἐστὶ τῶν τοῦ σώματος μερῶν, ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἡ δὲ εὐτυχία ἐκτὸς οὖσα

εὐκαιρία τίς ἐστι πραγμάτων συμπτώσεως. ὥστε ταύτῃ πάλιν παραλαμβάνεται ἡ ὁμοιότης τῶν ἀγαθῶν.

καὶ πάλιν ἡ μὲν ἀνδρεία ἐν ψυχῇ οὖσα ἰσχύς τίς ἐστι fΝκαὶ ῥώμη πρὸς φόβους καὶ τὰ τοιαῦτα, ἡ δὲ ἰσχὺς ἐν σώματι οὖσα πρὸς τοὺς πόνους καὶ τὰς κακοπαθείας ἰσχύς ἐστιν, οἱ δὲ φίλοι ἐκτὸς ὄντες ἰσχὺν τήνδε ἔχουσι πρὸς τὴν ἐκτὸς βοήθειαν· ᾧ γὰρ πολλοὶ φίλοι εἰσὶν ἰσχυρότερος οὗτος ἐν πόλει. λαμβάνεται δὲ καὶ ταύτῃ τῶν ἀγαθῶν τούτων ⟨ἡ〉 ὁμοιότης.

καὶ πάλιν ἡ μὲν σωφροσύνη ἐν ψυχῇ οὖσα κοσμεῖ τὴν ψυχὴν καὶ συμμέτρως ζῆν ποεῖ, τὸ δὲ κάλλος ἐν σώματι ὂν κοσμεῖ τὸ σῶμα καὶ σύμμετρον παρασκευάζει, ὁ δὲ πλοῦτος ἐκτὸς ὢν χορηγὸς καὶ κοσμητὴς τῶν ἀνθρώπων ἐστίν. καὶ ταύτῃ λαμβάνεται τῶν ἀγαθῶν τούτων ἡ ὁμοιότης.

τῶν κακῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ ⟨τῶν περὶ⟩ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη.

ἐν τῇ ψυχῇ μέν ἐστιν ἀδικία κάκιστα τὴν ψυχὴν διατιθεῖσα, ἐν δὲ τῷ σώματι νόσος κάκιστα διατιθεῖσα τὸ σῶμα, ἐν δὲ τοῖς ἐκτὸς ἀτυχία κάκιστα διατιθεῖσα τὰς ἐκτὸς πράξεις· καὶ ταύτῃ λαμβάνεται ἡ ὁμοιότης τῶν κακῶν τούτων.

καὶ πάλιν ἐν μὲν ψυχῇ ἀφροσύνη ἀρρωστία τίς ἐστι καὶ ἀλογιστία ψυχῆς, ἐν δὲ σώματι καχεξία ἀρρωστία ἐστίν, ἐν δὲ τοῖς ἐκτὸς ἀδοξία· προπηλακισμὸν γὰρ καὶ ἀρρωστίαν καὶ ὀλιγωρίαν περὶ τὰ ἄλλα τινὰ ἐμποιεῖ ταῖς ἐκτὸς πράξεσι. καὶ ταύτῃ πάλιν λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης. καὶ πάλιν ἐν μὲν ψυχῇ δειλία οὖσα ἐκπληκτικὰς καὶ πάντων ἥττους τῶν φόβων παρασκευάζει τὰς ψυχάς, ἐν δὲ

σώματι ἀσθένεια πάντων τῶν πόνων ἡττᾶσθαι τὰ σώματα παρασκευάζει, ἐν δὲ τοῖς ἐκτὸς ἐχθροὶ ὄντες ἀσθενῆ περὶ τὰς ἐκτὸς πράξεις καὶ εὐκαταφρόνητον ποιοῦσιν· ᾧ γὰρ πολλοί εἰσιν ἐχθροὶ οὐδὲν τούτῳ ῥαδίως ὑπάρχει. καὶ ἔστιν ἡ μὲν δειλία ἐν φόβῳ εὐκαταφρονήτους ποιοῦσα, ἡ δὲ ἀσθένεια ἐν πόνοις εὐκαταφρόνητον τὸ σῶμα ποιεῖ, ἡ δὲ ἔχθρα ἐν πράξεσι ταῖς ἐν βίῳ.

καὶ πάλιν ἡ μὲν ἀσωτία καὶ ἀκολασία αἰσχρὰν τὴν ψυχὴν καὶ ἄκοσμον παρασκευάζει, τὸ δὲ αἶσχος ἐν σώματι ὂν αἰσχρὸν τὸ σῶμα καὶ ἄκοσμον παρασκευάζει, ἡ δὲ πενία ἐκτὸς οὖσα αἰσχρὸν βίον παρασκευάζει. καὶ ταύτῃ λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης.

διαιρεῖται ἡ ἀποβολὴ τῆς ἐπιστήμης εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐὰν φθαρῇ οὗπέρ ἐστιν ἡ ἐπιστήμη, ἓν δὲ ἐὰν λήθη γένηται, ἓν δὲ ἐὰν ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ. ἐὰν μὲν οὖν οὗ ἐστιν ἡ ἐπιστήμη φθαρῇ οἷον Σωκράτης, οὐκ ἔτι ἔστιν ἐπιστήμη· ἔφθαρται γάρ. ἐὰν δὲ λήθη γένηται, καὶ οὕτως ἀποβάλλομεν τὴν ἐπιστήμην. ἐὰν δὲ ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ ἄνθρωπος, ἀναγκαῖόν ἐστι συμφθείρεσθαι καὶ ἀποβάλλεσθαι αὐτήν.

σκεπτέον ἥτις ἐστὶ τῶν ζῴων πρὸς ἄλληλα διαφορά. φαμὲν οὖν εἶναι τῶν ζῴων τὰ μὲν θνητά, τὰ δὲ ἀθάνατα. θνητὰ μὲν οὖν εἰσι ὅσα πέφυκε φθείρεσθαι καὶ αἵματος κοινωνεῖν, οἷον ἄνθρωπος καὶ βοῦς καὶ τὰ τοιαῦτα τῶν ζῴων· ἀθάνατα δὲ οἷον ἄγγελοι. τῶν δὲ θνητῶν ζῴων τὰ μέν ἐστι πτηνά, τὰ δὲ ἔνυδρα, τὰ δὲ πεζά. πεζὰ μὲν οὖν εἰσὶν οἷον ἄνθρωπος κύων ἵππος καὶ τὰ τοιαῦτα ⟨, ἔνυδρα δὲ . . . . . . . . . τὰ τ οιαῦτα〉 καὶ ἀπλῶς οἷς ἡ διαγωγὴ ἐν ὑγρῷ ἐστι, πτηνὰ δὲ οἷον ὄρνιθες καὶ σφῆκες καὶ μέλισσαι καὶ ἄλλα ὅσα [τοιαῦτα ἃ] διὰ τῆς οἰκείας φύσεως ὀχοῦνται κατὰ τὸν ἀέρα. πάντα δὲ τὰ τοιαῦτα καὶ κατὰ ψυχὴν καὶ κατὰ τὸ σῶμα δοκεῖ διαφέρειν ἀλλήλων. ὅτι μὲν οὖν κοινῶς κατὰ πάντων τούτων κατηγορεῖται ζῷον εἶναι δῆλον, διαφορὰν δέ τινα ἔχει τούτων ἕκαστον καθάπερ εἴπομεν· τὸ μὲν γὰρ αὐτῶν πεζόν, τὸ δὲ ἔνυδρον, τὸ δὲ πτηνόν, τὸ δὲ ἀθάνατον. τὸ δὲ κοινὸν κατηγορούμενον ἐφ’ ἀπάντων φαμὲν εἶναι τὸ γένρς. ἕκαστον δὲ τούτων ἐστὶ ζῷον, τὰ δὲ διαιρεθέντα τῶν ζῴων λεκτέον εἴδη εἶναι.

τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ σχήματος καὶ ἀριθμοῦ. τοῦ τε γὰρ τριγώνου καὶ τῶν λοιπῶν κοινόν φαμεν εἶναι τὸ σχῆμα· τούτων γὰρ ἕκαστόν ἐστιν ὅπερ ὑπάρχει σχῆμά τι. δῆλον οὖν ὅτι τὸ μὲν σχῆμα γένος ἂν εἴη τούτων,

ταῦτα δὲ τοῦ σχήματος εἴδη· τὸ γὰρ σχῆμα διαιρήσομεν εἰς τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπά. ὁμοίως δὲ καὶ τὸ περιττὸν καὶ τὸ ἄρτιον εἴδη τοῦ ἀριθμοῦ ἐστι. κοινῇ γὰρ αὐτῶν κατηγορεῖται ὁ ἀριθμός. ἐπεὶ δὲ τὸ μὲν γένος δρκεῖ. - - πρότερον εἶναι τοῦ εἴδους, τὸ δὲ πρότερον οὐχ ἁπλῶς λέγεταῖ, εἴπῶμεν περὶ αὐτοῦ.

τὸ πρότερον λέγεται πενταχῶς. ἢ γὰρ φύσει ἢ χρόνῳ ἢ δυνάμει ἢ θέσει ἢ τάξει λεχθήσεται. θέσει μὲν οὖν, οἷον ὃ ἐπὶ τῶν κειμένων ψήφων εἰώθαμεν λέγειν, οἷον ὅτι προτέρα αὕτη ταύτης. τάξει δέ, οἷον ὁ ταξίαρχος τοῦ λοχαγοῦ καὶ ὁ λοχαγὸς τοῦ ἰδιώτου καὶ τὸ ᾱ τοῦ β. δυνάμει δέ φαμεν εἶναι πρότερον τὸν στρατηγὸν τοῦ στρατιώτου καὶ ἁπλῶς τὸν δυνάστην τοῦ ἰδιώτου. χρόνῳ δέ, οἷον πατὴρ υἱοῦ καὶ πᾶν τὸ πρεσβύτερον τοῦ νεωτέρου. φύσει δέ ἐστι πρότερον, οἷον ἥ τε μονὰς τῆς δυάδος καὶ τὸ μέρος τοῦ ὅλου καὶ τὸ γένος τοῦ εἴδους, καὶ ἀπλῶς ὅσα αὐτὰ ἀλλήλοις μὴ συναναιρεῖται, τούτων τὸ μὲν συναναιροῦν πρότερόν ἐστι, τὸ φύσει δὲ συναναιρούμενον ὕστερον· οἷον τῆς μονάδος ἀναιρεθείσης ἡ δυὰς ἀναιρεῖται καὶ πᾶς ἀριθμός, δυάδος δὲ ἀναιρεθείσης οὐδὲν κωλύει μονάδα εἶναι· πρότερον τοίνυν τῇ φύσει μονὰς δυάδος. ὁμοίως δὲ καὶ τοῦ μέρους ἀναιρεθέντος τὸ ὅλον ἀναιρεῖται, τοῦ δὲ ὅλου μὴ ὄντος οὐδὲν κωλύει τὸ μέρος εἶναι.

φανερὸν δὲ ὅτι ὁσαχῶς τὸ πρότερον λέγεται, τοσαυταχῶς καὶ τὸ ὕστερον λεχθήσεται· τὸ γὰρ ὕστερον ἐροῦμεν ἢ φύσει ἢ χρόνῳ ἢ θέσει ἢ τάξει ἢ δυνάμει.

ὁσαχῶς τὸ πρότερον καὶ τὸ ὕστερον λέγεται, τοσαυταχῶς καὶ περὶ τοῦ ἅμα λεχθήσεται, οἷον ἢ φύσει ἢ θέσει ἢ δυνάμει ἢ χρόνῳ ἢ τάξει. θέσει μὲν οὖν εἰσι τὰ τοιαῦτα ἅμα, ὅσα τῷ τόπῳ ἐξ ἴσου ἐστίν, οἷον τὰ τρέχοντα ἅμα φαμὲν εἶναι καὶ τὰ ἑστηκότα. τάξει δέ ἐστιν τὰ τοιαῦτα ἅμα, οἷον οἱ τοῖς ζυγοῖς στοιχοῦντες, δυνάμει δὲ ἅμα λέγομεν τὰ μηδὲν ἀλλήλων πλέον δυνάμενα, χρόνῳ δὲ τὰ τοιαῦτα φαμὲν εἶναι ἅμα τὰ κατὰ τὸν αὐτὸν χρόνον ὄντα, φύσει δὲ λεκτέον ἅμα εἶναι τά τε συναναιροῦντα ἄλληλα καὶ τὰ μὴ δυνάμενα χωρὶς ἀλλήλων εἶναι, οἷον τό τε διπλάσιον καὶ τὸ ἥμισυ· ταῦτα γὰρ συναναιροῦνται ἀλλήλοις καὶ τὸ ἕτερον χωρὶς τοῦ ἑτέρου ἀδύνατον εἶναι· διπλασίου γὰρ ἀναιρεθέντος οὐκ ἔσται ἥμισυ καὶ ἡμίσους ἀναιρεθέντος οὐκ ἔσται διπλάσιον καὶ ἀδύνατόν ἐστι διπλασίου ὄντος μὴ εἶναι ἥμισυ.

τούτων οὕτως ἀποδειχθέντων ἀκόλουθον εἰπεῖν περὶ τῶν ὄντων.

διαιροῦνται τὰ ἐναντία οὕτως. τῶν ὄντων τῶν μὲν ἔστι τι ἐναντίον, τῶν δὲ οὔ. χρυσῷ μὲν γὰρ καὶ ἀνθρώπῳ καὶ ἱματίῳ καὶ τοῖς τοιούτοις οὐδέν ἐστιν ἐναντίον, ἀρετῇ δὲ καὶ ἀγαθῷ καὶ θερμῷ ἔστι 〈τι〉 ἐναντίον· ἀγαθῷ μὲν γὰρ ἐναντίον τὸ κακόν, ἀρετῇ δὲ κακία, θερμῷ δὲ ψυχρόν. τῶν ἐναντίων τοίνυν αὐτῶν τὰ μὲν ἔχουσί τι ἀνὰ μέσον, τὰ δὲ οὔ. ἀγαθοῦ μὲν γὰρ καὶ κακοῦ ἔστι τι ἀνὰ μέσον, κινήσεως δὲ καὶ ἠρεμίας οὐδέν ἐστιν ἀνὰ μέσον· ἐξ ἀνάγκης

γὰρ πάντα ἢ κινεῖται ἢ ἠρεμεῖ. καὶ ζωῆς καὶ θανάτου οὐδέν ἐστιν ἀνὰ μέσον· ἐξ ἀνάγκης γὰρ ὅπερ τῆς ζωῆς δεκτικόν ἐστιν, ἢ ζῇ ἢ τέθνηκεν. | αὐτὰ δὲ τὰ ἐναντία λέγεται τριττῶς· ἢ γὰρ ὡς ἀγαθῷ κακὸν ἐναντίον ἐστίν, οἷον τῇ δικαιοσύνῃ ἡ ἀδικία καὶ τῇ σωφροσύνῃ ἡ ἀκολασία καὶ τὰ τοιαῦτα, ἢ ὡς οὐδέτερον οὐδετέρῳ ἐναντίον ἐστίν 〈οἷον . . . . τ ο ύτων γὰρ οὐδέν ἐστιν οὔτε κακὸν οὔτε ἀγαθόν. ὡς κακὸν κακῷ δὲ ἐναντίον ἐστὶν [κακὸν] ἡ ὑπερβολὴ τῇ ἐνδείᾳ καὶ τὰ καθ’ ὑπερβολὴν καὶ ἔλλειψιν λεγόμενα, οἷον τὸ ὑπερβαλλόντως ψύχεσθαι 〈τῷ ὑπερβαλλόντως θερμοῦσθαι〉 ταῦτα γὰρ καθ’ ὑπερβολὴν λέγεται. καὶ τὸ ἐλλεῖπον τοῦ θερμοῦ τῷ ἐλλείποντι τοῦ ψυχροῦ· καὶ γὰρ ταῦτα κατ’ ἔλλειψιν ἐναντία.

μετὰ ταῦτα τοίνυν περὶ καταφάσεως σκεπτέον πῶς λέγομεν. φαμὲν οὖν πᾶσαν κατηγορίαν ᾖ δηλοῦμεν ὑπάρχειν τι κατάφασιν εἶναι, οἷον τὸ καθῆσθαι τὸν ἄνθρωπον ἢ λευκὸν εἶναι τὸ ἱμάτιον καὶ πάντα τὰ τοῦτον τὸν τρόπον λεγόμενα. ἀπόφασις δέ ἐστι τοιοῦτον οἷον τὸ μὴ καθῆσθαι τὸν ἄνθρωπον καὶ τὸ μὴ λευκὸν εἶναι τὸ ἱμάτιον καὶ ἀπλῶς οὗ τὸ μὴ ἢ τὸ οὐ προστεθὲν σημαίνει μὴ ὑπάρχειν τι.