Divisiones Aristoteleae

Aristotle

Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.

τῶν ὄντων τὰ μὲν αὐτὰ καθ’ ἑαυτά ἐστι, τὰ δὲ πρός τι. αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ ταῦτά ἐστιν, οἷον ἄνθρωπος οἰκία ἱμάτιον χρυσίον καὶ πάντα ὅσα ἁπλῶς, μὴ τῷ

ἕτερόν τι εἶναι ἐξ ἀνάγκης ἐστί, τὰ δὲ πρός τι τοιαῦτα ἐστὶν οἷον τὸ διπλάσιον καὶ ἡ ἐπιστήμη· τό τε γάρ δι πλασίον πρὸς τὸ ἥμισυ λέ γεται καὶ ἡ ἐπιστήμη πρὸς ἄλλο τι.

διαιρεῖται ἡ κακία εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀφροσύνη, ἓν δὲ ἀδικία, ἓν δὲ δειλία, ἓν δὲ ἀκολασία. ἔστι δὲ ἡ μὲν ἀφροσύνη ἐν τῷ λογιστικῷ, ἡ δὲ ἀδικία ἐν πᾶσι τούτοις τοῖς μέρεσι γίνεται, ἡ δὲ δειλία ἐν τῷ θυμικῷ, ἡ δὲ ἀκολασία ἐν τῷ ἐπιθυμητικῷ. τῆς κακίας ἄρα ἓν μέν ἐστιν ἀφροσύνη, ἓν δὲ ἀδικία, ἓν δὲ δειλία, ἓν δὲ ἀκολασία.

διαιρεῖται τὰ κακὰ εἰς τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. ἔστι δὲ τὰ μὲν ἐν

ψυχῇ, οἷον ἀφροσύνη ἀδικία δειλία ἀκολασία καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐν σώματι, οἷον νόσος ἀσθένεια αἶσχος ἔχθρα καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐκτός, οἷον πενία ἐχθροὶ ἀδοξία πόλεως καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τῶν κακῶν ἄρα τὰ μέν ἐστιν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.

διαιρεῖται ἡ ἄγνοια εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ τὸ θεωρητικόν, ἓν δὲ περὶ τὸ πρακτικόν, ἓν δὲ περὶ τὸ ποιητικόν. ἔστι δὲ ἡ περὶ τὸ θεωρητικὸν ἡ ἐν ταῖς θεωρίαις ἄγνοια, ἡ δὲ περὶ τὸ ποιητικὸν ἡ ἐν ταῖς ποιήσεσιν, ἡ δὲ περὶ τὸ πρακτικὸν ἡ ἐν ταῖς πράξεσιν. τῆς ἀγνοίας ἄρα ἓν μέν ἐστι περὶ τὸ θεωρητικόν, ἓν δὲ περὶ τὸ ποιητικόν, ἓν δὲ περὶ τὸ πρακτικόν.

διαιρεῖται ἡ δυσγένεια εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν εὐἀπὸ ἀδόξων καὶ φαύλων γεγονέναι γονέων, ἓν δὲ ἀπὸ ἀδίκων καὶ πονηρῶν, ἓν δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας. ἔστι δὲ τὸ μὲν ἀπὸ ἀδόξων καὶ φαύλων γεγονέναι προγόνων, οἷον ἐὰν ὦσιν οἱ πρόγονοι ἀγεννεῖς κατὰ φύσιν ἢ ἄλλως ἀνώνυμοι. τὸ δὲ ἀπὸ ἀδίκων καὶ μοχθηρῶν, οἷον ἐὰν ὦσι προδόται ἢ ἄλλην τινὰ ἀδικίαν καὶ μοχθηρίαν ἔχωσιν.

τὸ δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας, οἷον ἐὰν ᾖ αὐτὸς ἄδικος ἢ κακοπράγμων ἢ ἄλλην τινὰ κακὴν δόξαν κατ’ αὐτοῦ ἔχωσιν. τῆς δυσγενείας ἄρα ἐστὶν ἓν μὲν τὸ ἀπὸ ἀδόξων καὶ φαύλων προγόνων γεγονέναι, ἓν δὲ τὸ ἀπὸ ἀδίκων καὶ μοχθηρῶν, ἓν δὲ τὸ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας καὶ μοχθηρίας.

διαιρεῖται ἡ κίνησις εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ τόπον, ἓν δὲ κατὰ ἀλλοίωσιν, ἓν δὲ αὐτὴ καθ’ ἑαυτὴν ἡ κίνησις. ἔστι δὲ ἡ μὲν κατὰ τόπον τὸ ἐξαλλάσσειν τόπον ἐκ τόπου, οἷον οἱ τρέχοντες καὶ πηδῶντες καὶ πλέοντες καὶ αἱ ἄλλαι αἱ τοιαῦται κινήσεις. ἡ δὲ κατὰ ἀλλοίωσιν, οἷον 〈οἱ〉 αὐξανόμενοι καὶ γηράσκοντες καὶ φθίνοντες καὶ ἄλλα τοιαῦτα. ἡ δὲ αὐτὴ καθ’ ἑαυτήν, οἷον οἱ τροχοὶ καὶ οἱ ἔμβικες καὶ ὁ κόσμος καὶ ἄλλα τοιαῦτα. τῆς κινήσεως ἄρα τὸ μέν ἐστι κατὰ τόπον, τὸ δὲ κατὰ ἀλλοίωσιν, τὸ δὲ αὐτὴ καθ’ ἑαυτήν.

διαιρεῖται ἡ στάσις εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν μονή, ἓν δὲ διχόνοια, ἓν δὲ βαρέων καὶ κούφων θεωρία. ἔστι

δὲ ἡ μὲν μονὴ αὐτὴ ἐν ἑαυτῇ στάσις, οἷον οἱ νεκροὶ καὶ οἱ λίθοι πεπόνθασι, καὶ ἄλλα τοιαῦτα. ἡ δὲ διχόνοια τῶν πολιτῶν ἢ ἐχθρῶν ἢ ἄλλων τινῶν ζῴων κατ’ ἔχθραν ἢ μάχην. ἡ δὲ βαρέων καὶ κούφων θεωρία, οἷον διὰ στάσεως τοῦ βαρέος καὶ 〈τοῦ〉 κούφου δοκιμασία.

διαιρεῖται ὁ χρόνος εἰς τρία. ἔστι γὰρ ἢ παρεληλυθὼς ἢ παρὼν ἢ μέλλων, ὃν καὶ παρεσόμενον καλοῦσιν. εἰσὶ δὲ ἐν μὲν τῷ παρεληλυθότι μνῆμαι καὶ τὸ μνημονεύειν· ἅπαντες γὰρ τὰ παρῳχημένα μνημονεύουσιν. ἐν δὲ τῷ παρόντι αἱ ἐπιστῆμαι καὶ αἱ γνώσεις καὶ οἱ λογισμοὶ καὶ αἱ πράξεις αἱ πρασσόμεναι. ἐν δὲ τῷ μέλλοντι αἱ προσδοκίαι καὶ ἐλπίδες καὶ πᾶν τὸ τοιοῦτον.

διαιρεῖται ἡ ὄρεξις τοῦ πράττειν εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν τοῦ ἡδέος, ἓν δὲ τοῦ καλοῦ, ἓν δὲ τοῦ συμφέροντος. ἔστι δὲ ἡ μὲν τοῦ ἡδέος ὄρεξις 〈τὸ〉 ταῖς ἐπιθυμίαις ὑπηρετεῖν, ἡ δὲ τοῦ καλοῦ τιμῆς ἕνεκεν καὶ εὐδοξίας, ἡ δὲ τοῦ συμφέροντος κέρδους καὶ ὠφελείας ἕνεκεν γινομένη.

διαίρεσις τῆς τῶν ὄντων ὀνομασίας εἰς πέντε γίνεται. ἔστι γὰρ αὐτῶν λεγόμενα τὰ μὲν ὥσπερ ἓν πρὸς πολλά, τὰ δὲ ὡς πολλὰ πρὸς πολλὰ καὶ πρὸς ἕν, τὰ δὲ ὡς ἀνόμοια [ὡς] πρὸς ὅμοια, τὰ δὲ ὡς ὅμοια πρὸς ὅμοια, τὰ δὲ ὡς ἓν πρὸς ἕν. τὰ μὲν οὖν ὡς ἓν πρὸς πολλά, οἷον τάχιστος καὶ

μέγιστος καὶ κάλλιστος καὶ τὰ τοιαῦτα. τὰ δὲ ὡς πολλὰ πρὸς πολλὰ καὶ πρὸς ἕν, οἷον πλείω τάδε τῶνδε καὶ μείζω τάδε τῶνδε καὶ καλλίους οἵδε τῶνδε καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τὰ δὲ ὡς ἀνόμοια [ὡς] πρὸς ὅμοια 〈. . . . . . . . , τὰ δὲ ὡς ὅμοια πρὸς ὅμοια,〉 οἷον ἀδελφοὶ πρὸς ἀδελφοὺς καὶ φίλοι πρὸς φίλους καὶ τὰ τοιαῦτα. τὰ δὲ ὡς ἓν πρὸς ἕν, οἷον καλλίων ὅδε τοῦδε καὶ θάσσων ὅδε τοῦδε καὶ τὰ τοιαῦτα. διαιρεῖται τὰ ὄντα εἰς τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν κατ’ οὐσίαν, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ πάθος. ἔστι δὲ τὰ μὲν κατ’ οὐσίαν, οἷον τὸ εἶναι ἄνθρωπον καὶ τὸ ἕκαστον τῶν ὄντων εἶναι, τὰ δὲ κατὰ συμβεβηκὸς, 〈οἷον〉 τὸ τρέχειν καὶ καθεύδειν καὶ ἄλλα τοιαῦτα, τὸ δὲ κατὰ πάθος, οἷον τὸ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ θαρρεῖν καὶ φοβεῖσθαι καὶ τὰ τοιαῦτα.

διαιρεῖται τὰ ὄντα εἰς τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν κατ’ οὐσίαν, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ πάθος. ἔστι δὲ τὰ μὲν κατ’ οὐσίαν, οἷον τὸ εἶναι ἄνθρωπον καὶ τὸ ἕκαστον τῶν ὄντων εἶναι, τὰ δὲ κατὰ συμβεβηκὸς, 〈οἷον〉 τὸ τρέχειν καὶ καθεύδειν καὶ ἄλλα τοιαῦτα, τὸ δὲ κατὰ πάθος, οἷον τὸ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ θαρρεῖν καὶ φοβεῖσθαι καὶ τὰ τοιαῦτα.

διαίρεσις τῶν βελτιόνων καὶ τῶν χειρόνων καὶ τῶν καλλι〈όν〉ων καὶ αἰσχι〈όν〉ων καὶ λευκοτέρων καὶ μελανοτέρων: τούτων ἕκαστον λέγεται τριχῶς· ἢ γὰρ τοῦ ἐναντίου ἢ ἑαυτοῦ ἢ μέσου, οἷον ἐναντίου βέλτιον εἶναι λέγεται τὸ ἀγαθὸν τοῦ κακοῦ, ὡς τῆς πανουργίας καὶ τῆς ἀφροσύνης ἡ φρόνησις, τοῦ δὲ μέσου λέγεται βέλτιον εἶναι τὸ ἀγαθὸν οἷον τοῦ μήτε ἀγαθοῦ μήτε κακοῦ, αὐτὸ δὲ ἑαυτοῦ λέγεται βέλτιον καθὸ ἀγαθὸν ἀγαθοῦ, ἐὰν ἧττον τὸ ἕτερον. ὁμοίως δὲ καὶ τὸ καλόν· λέγεται γὰρ καὶ τοῦ αἰσχροῦ κάλλιον καὶ τοῦ μήτε αἰσχροῦ μήτε καλοῦ κάλλιον εἶναι, λέγεται δὲ καὶ τοῦ καλοῦ ἧττον δὲ καλοῦ κάλλιον εἶναι. ὁμοίως δὲ καὶ τὸ λευκότερον λέγεται· τὸ γὰρ λευκὸν καὶ τοῦ μέλανος λέγεται εἶναι λευκότερον καὶ τοῦ μήτε μέλανος ὄντος μήτε λευκοῦ, ὅπερ ἐστὶ μέσον. καὶ ἐπὶ τῶν ἄλλων δὲ τῶν οὕτως λεγομένων τὸν αὐτὸν τρόπον ἔχειν φατέ. κατὰ τρεῖς ἄρα τρόπους λέγεται βελτίω καὶ χείρω καὶ καλλίω καὶ αἰσχίω καὶ λευκότερον καὶ μελανότερον.

διαιρεῖται τὰ ἐξ ὧν πόλις οἰκεῖται εἰς τρία. ἔστι γὰρ αὐτῶν ἓν μὲν ἐκ τοῦ μαχίμου μέρους τῶν ἀνθρώπων, ἓν

δὲ ἐκ τοῦ βουλεύεσθαι δυναμένου, ἓν δὲ ἐκ τοῦ ἐργάζεσθαι. τὸ μὲν οὖν μάχιμον μέρος τὸ ἄλκιμόν ἐστι, τὸ δὲ βουλεύεσθαι δυνάμενον τὸ τῶν πρεσβυτέρων, τὸ δὲ ἐργάζεσθαι τὸ τῶν τεχνιτῶν καὶ γεωργῶν καὶ τῶν ἄλλων τῶν τοιούτων. τούτων δὲ ὅτι ἂν ἀπῇ, οὐ ῥᾳδίως ἡ πόλις οἰκεῖται.

διαιρεῖται ἡ γένεσις εἰς τέσσαρα. ἔστι δὲ αὐτῆς ἓν μὲν ἐξ οὐκ ὄντος εἰς οὐσίαν μεταβάλλειν, οἷον τὸν οὐκ ὄντα υἱὸν γενέσθαι καὶ ἀνδριάντα τὸν οὐκ ὄντα γενέσθαι καὶ πάντα τὰ τοιαῦτα, ἓν δὲ ἐκ τόπου εἰς τόπον μεταβάλλειν καὶ τεθῆναι ἐν ἄλλῳ, οἷον οἱ πλέοντες καὶ πορευόμενοι καὶ πᾶν τὸ τοιοῦτον, ἓν δὲ ἕξεως καὶ διαθέσεως μεταβολή, οἷον τὸ ἐξ ἀπαιδεύτου πεπαιδευμένον γενέσθαι καὶ ἐκ νέου πρεσβύτην καὶ ἐξ ἐχθροῦ φίλον, ἓν δὲ πραγμάτων μεταβολή, οἷον ἐκ πλουσίου πένητα καὶ ἐξ ἰδιώτου ἄρχοντα καὶ ἐξ ἄρχοντος ἰδιώτην γενέσθαι καὶ ἄλλα τοιαῦτα.

διαιρεῖται τὸ ἀληθὲς εἰς τρία. ἔστι γὰρ αὐτοῦ ἓν μὲν τὸ πρᾶγμα ἀληθὲς εἶναι, ἓν δὲ τὸν λόγον, ἓν δὲ καὶ τὸ συναμφότερον. ἔστι δὲ τὸ πρᾶγμα ἀληθές, ὅταν ᾖ οὕτως ἔχον καὶ οὐκ ἄλλως, οἷον τὸ τὸν θεὸν ἀθάνατον εἶναι· οὕτως γὰρ ἔχει τὸ πρᾶγμα καὶ οὐκ ἄλλως. τὸ δὲ λέγειν οὗτος

ἐστὶν ἀληθὴς λόγος τοῦ ἀληθοῦς ἐστιν· ἔστι γὰρ ὁ λόγος πρᾶγμα ὑπὸ τὸν λόγον τοῦτον ὄν. τὸ δὲ λέγειν ὅτι οἱ ἄνθρωποι ἔμψυχοί εἰσι, καὶ ὁ λόγος ἀληθής ἐστι καὶ τὸ πρᾶγμα.

διαιρεῖται τὸ ψεῦδος εἰς τρία. ἔστι γὰρ αὐτοῦ ἓν μὲν τὸ τὸ πρᾶγμα εἶναι ψεῦδος, ἓν δὲ τὸν λόγον, ἓν δὲ τὸ συναμφότερον. τὸ μὲν οὖν πρᾶγμά ἐστι ψεῦδος, ὅταν μὴ οὕτως ἔχῃ ὡς λέγεται ἀλλ’ ἄλλως, οἷον 〈ὅτι〉 ὁ καθήμενός ἐστιν ἑστηκὼς ἢ ὁ λευκὸς 〈μέλας〉. ὁ δὲ λόγος ἔσται ψευδής, ὅταν τις λέγῃ τὸν ἀληθῆ λόγον εἶναι ψευδῆ, οἷον ὁ λέγων τὸν περὶ τοῦ θεοῦ λόγον [οἷον ὁ λέγων] ὅτι ἔστι θεὸς 〈ἀθάνατος〉, καὶ τοῦτον ὁ φάσκων ψευδῆ εἶναι, ὁ λόγος οὗτός ἐστι ψευδής· οὐ γάρ ἐστιν ὑπὸ τὸν λόγον τοῦτον πρᾶγμα οὐδὲν ἀλλὰ ὁ λόγος. ὁ δὲ λέγων τὴν ἡμέραν νύκτα εἶναι καὶ τὸ πρᾶγμα ψεῦδος ἐρεῖ καὶ τὸν λόγον.

διαιρεῖται ἡ τιμὴ εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν εἰς ἀργυρίου λόγον, ἓν δὲ εἰς ἐπαίνου λόγον, ἓν δὲ εἰς θεραπείας τινὸς καὶ ἐπιμελείας λόγον. τὸ μὲν οὖν εἰς ἀργυρίου λόγον ἐστὶν ἀξία ἐν πράσει καὶ ὠνήσει, οἷον ἄξια τῆς τιμῆς φαμεν εἶναι. τὸ δὲ εἰς ἐπαίνου λόγον [εἶναι], οἷον αἱ ἐν

ταῖς πόλεσι τιμαὶ δι’ ἐνίας πράξεις γινόμεναι καὶ δωρεαὶ διδόμεναι. τὸ δὲ εἰς θεραπείας λόγον καὶ ἐπιμελείας, οἷον τὸν θεὸν τιμῶμεν θεραπείᾳ τινὶ καὶ ἐπιμελείᾳ τινός, καὶ τοὺς γονεῖς δὲ τιμῶμεν, ὁμοίως δὲ καὶ τὰ ἄλλα τὰ διὰ θεραπείαν γινόμενα.

διαιρεῖται τῶν ἐπιστημῶν ἡ κρίσις εἰς τρία. ἔστι γὰρ αὐτῶν ἓν μέν, ἂν ᾖ βελτιόνων ἢ καλλιόνων, ἓν δέ, ἂν ᾖ συμφερόντων μᾶλλον καὶ κατεπειγόντων, ἓν δέ, ἂν ᾖ τῶν ἀκριβεστέρων μᾶλλον δὲ καὶ εἰς ἀπόδειξιν συντεινόντων. ἔστι δὲ τὸ μὲν βελτιόνων καὶ καλλιόνων οἷον ἡ ἀνδριαντοποιητικὴ τέχνη καὶ ἡ ἀγαλματοποιητικὴ καὶ ἡ πορφυροβαφικὴ καὶ αἱ τοιαῦται. συμφερόντων δὲ καὶ μᾶλλον κατεπείγόντων οἷον ἡ σκευοποιητικὴ [σκευικὴ] καὶ οἰκοδομικὴ καὶ αἱ τοιαῦται. ἀκριβεστέρων δὲ καὶ μᾶλλον εἰς ἀπόδειξιν συντεινόντων αἵ τε μαθηματικαὶ καὶ ἡ φιλοσοφία.

διαιρεῖται ὁ στρατηγὸς εἰς τρία. ἔστι γὰρ ἢ τῷ νόμῳ στρατηγὸς ἢ κατὰ δύναμίν τινα καὶ πραγμάτων κυρείαν στρατηγὸς ἢ κατὰ ἐπιστήμην. ἔστι δὲ ὁ μὲν κατὰ νόμον στρατηγὸς οἷον οἱ ἐν ταῖς πόλεσιν αἱρούμενοι, ὁ δὲ κατὰ ἐπιστήμην ὁ ἔχων τὴν στρατηγικὴν ἐπιστήμην, ὁ δὲ κατὰ

δύναμίν τινα καὶ πραγμάτων κυρείαν οἷον ὁ ἀπό τινος ἐπισταθεὶς ἢ αὐτὸς ὑφ’ ἑαυτοῦ κύριος χρημάτων καὶ στρατιωτῶν γενόμενος.

διαιροῦνται αἱ μέθοδοι αἱ εἰς τὰ προβλήματα εἰς τρία. εἰσὶ γὰρ αὐτῶν αἱ μὲν κριτικαί, αἱ δὲ θεωρητικαί, αἱ δὲ ἐριστικαί. καὶ κριτικαὶ μέν εἰσιν αἷς τὸ βέλτιον καὶ τὸ χεῖρον διακρίνομεν, οἷον πότερον βέλτιον δικαιοσύνη ἢ ἀνδρεία. θεῳρητικαὶ δὲ αἷς θεωροῦμεν τὸ τοιοῦτον, οἷον πότερον ταὐτὸν νόσος ἐστὶν ὑγείᾳ καὶ εὐεξίᾳ ἢ οὔ. ἐριστικαὶ δὲ αἷς τοὺς ὅρους ἀναιροῦμεν, οἷον οὐκ ἔστιν εὐεξία σωμάτων ἡ κρατίστη.